L’évangile et l’apocalypse de Pierre/Texte de l’évangile de Pierre




ΕϒΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΠΕΤΡΟΝ





1. T[ῶν][1] δὲ Ἰουδαίων οὐδεὶς ἐνίψατο τὰς χεῖρας, οὐδὲ Ἡρώδης, οὐδὲ εἷς[2] τῶν κριτῶν αὐτοῦ. 2. κ[αὶ μὴ][3] βουληθέντων νίψασθαι, ἀνέστη Πειλᾶτος[4] καὶ τότε κελεύει Ἡρώδης ὁ βασιλεὺς παρ[αλη]μφθῆναι[5] τὸν Κύριον, εἰπὼν αὐτοῖς ὅτι · ὅσα[6] ἐκέλευσα ὑμῖν ποιῆσαι αὐτῷ ποιήσατε.

3. Ἱστήκει δὲ ἐκεῖ Ἰωσὴφ, ὁ φίλος Πειλάτου καὶ τοῦ Κυρίου · καὶ, εἰδὼς ὅτι σταυρίσκειν[7] αὐτὸν μέλλουσιν, ἦλθεν πρὸς τὸν Πειλᾶτον καὶ[8] ᾔτησε τὸ σῶμα τοῦ Κυρίου πρὸς ταφήν. 4. καὶ ὁ Πειλᾶτος, πέμψας πρὸς Ἡρώδην, ᾔτησεν αὐτοῦ τὸ σῶμα · 5. καὶ ὁ Ἡρώδης ἔφη[9] · ἀδελφὲ Πειλᾶτε, εἰ καὶ μή τις αὐτὸν ᾐτήκει, ἡμεῖς αὐτὸν ἐθάπτομεν, ἐπεὶ καὶ σάϐϐατον ἐπιφώσκει. γέγραπται γὰρ ἐν τῷ νόμῳ ἥλιον μὴ δῦναι ἐπὶ πεφονευμένῳ. καὶ παρέδωκεν αὐτὸν τῷ λαῷ πρὸ μιᾶς τῶν ἀζύμων, τῆς ἑορτῆς αὐτῶν.

6. Οἱ δὲ λαϐόντες τὸν Κύριον[10], ὤθουν αὐτὸν[11] τρέχοντες καὶ ἔλεγον · σύρωμεν τὸν υἱὸν τοῦ θεοῦ, ἐξουσίαν αὐτοῦ ἐσχηκότες. 7. καὶ πορφύραν αὐτὸν περιέϐαλον[12], καὶ ἐκάθισαν αὐτὸν ἐπὶ καθέδραν κρίσεως λέγοντες · δικαίως κρῖνε, βασιλεῦ τοῦ Ἰσραήλ. 8. καί τις αὐτῶν ἐνεγκὼν στέφανον ἀκάνθινον ἔθηκεν ἐπὶ τῆς κεφαλῆς τοῦ Κυρίου. (P. 3) 9. καὶ ἕτεροι ἑστῶτες ἐνέπτυον αὐτοῦ ταῖς ὄψεσι, καὶ ἄλλοι[13] τὰς σιαγόνας[14] αὐτοῦ ἐράπισαν. ἕτεροι καλάμῳ ἔνυσσον αὐτὸν. καί τινες αὐτὸν ἐμάστιζον λέγοντες · ταύτῃ τῇ τιμῇ τιμήσωμεν[15] τὸν υἱὸν τοῦ θεοῦ.

10. Καὶ ἤνεγκον[16] δύο κακούργους, καὶ ἐσταύρωσαν ἀνὰ μέσον αὐτῶν τὸν Κύριον[17] · αὐτὸς δὲ ἐσιῶπα, ὡς μηδένα[18] πόνον ἔχων · 11. καὶ ὅτε ὤρθωσαν[19] τὸν σταυρὸν[20] ἐπέγραψαν ὅτι · οὗτός ἐστιν ὁ βασιλεὺς[21] τοῦ Ἰσραήλ. 12. καὶ τεθεικότες τὰ ἐνδύματα ἔμπροσθεν[22] αὐτοῦ διεμερίσαντο, καὶ λαχμὸν ἔϐαλον ἐπ’ αὐτοῖς[23]. 13. εἷς δέ τις τῶν κακούργων ἐκείνων ὠνείδισεν[24] αὐτοὺς λέγων · ἡμεῖς διὰ τὰ κακὰ ἃ ἐποιήσαμεν οὕτω πεπόνθαμεν · οὗτος[25] δὲ, σωτὴρ γενόμενος τῶν ἀνθρώπων, τί ἠδίκησεν ὑμᾶς ; 14. καὶ, ἀγανακτήσαντες ἐπ’ αὐτῷ, ἐκέλευσαν ἵνα μὴ σκελοκοπηθῇ, ὅπως βασανιζόμενος ἀποθάνοι.

ἦν δὲ μεσημβρία, καὶ σκότος κατέσχε πᾶσαν τὴν Ἰουδαίαν. καὶ ἐθορυβοῦντο, καὶ ἠγωνίων μήποτε ὁ ἥλιος ἔδυ ἐπειδὴ ἔτι ἔζη, γέγραπται αὐτοῖς ἥλιον μὴ δῦναι ἐπὶ πεφονευμένῳ. 6. καί τις αὐτῶν εἶπεν, ποτίσατε αὐτὸν χολὴν μετὰ ὄξους. καὶ κεράσαντες ἐπότισαν. 7. καὶ ἐπλήρωσαν πάντα, καὶ ἐτελείωσαν κατὰ τῆς κεφαλῆς αὐτῶν τὰ ἁμαρτήματα. 8. περιήρχοντο δὲ πολλοὶ μετὰ λύχνων νομίζοντες ὅτι νύξ ἐστιν ἐπέσαντο. 9. καὶ ὁ Κύριος ἀνεβόησε λέγων, ἡ δύναμίς μου, ἡ δύναμις, κατέλειψάς με, καὶ εἰπὼν ἀνελήφθη. 2. καὶ αὐτῆς ὥρας διερράγη τὸ καταπέτασμα τοῦ ναοῦ τῆς Ἱερουσαλὴμ εἰς δύο.

καὶ τότε ἀπέσπασαν τοὺς ἥλους ἀπὸ τῶν χειρῶν τοῦ Κυρίου καὶ ἔθηκαν αὐτὸν ἐπὶ τῆς γῆς. καὶ ἡ γῆ πᾶσα ἐσείσθη καὶ φόβος μέγας ἐγένετο. 22. τότε ἥλιος ἔλαμψε καὶ εὑρέθη ὥρα ἐνάτη. 23. ἐχάρησαν δὲ οἱ Ἰουδαῖοι καὶ δεδώκασι τῷ Ἰωσὴφ τὸ σῶμα αὐτοῦ ἵνα αὐτὸ θάψῃ, ἐπειδὴ θεασάμενος ἦν ὅσα ἀγαθὰ ἐποίησεν. 24. λαβὼν δὲ τὸν Κύριον ἔλουσε καὶ εἴλησε σινδόνι καὶ εἰσήγαγεν εἰς ἴδιον τάφον καλούμενον κῆπον Ἰωσήφ. 25 τότε οἱ Ἰουδαῖοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἱερεῖς, γνόντες οἷον κακὸν ἑαυτοῖς ἐποίησαν ἤρξαντο κόπτεσθαι καὶ λέγειν, οὐαὶ ταῖς ἁμαρτίαις ἡμῶν, ἤγγισεν ἡ κρίσις καὶ τὸ τέλος Ἱερουσαλήμ.

ἐγὼ δὲ μετὰ τῶν ἑταίρων μου ἐλυπούμην, καὶ τετρωμένοι κατὰ διάνοιαν ἐκρυβόμεθα. ἐζητούμεθα γὰρ ὑπ’αὐτῶν ὡς κακοῦργοι καὶ ὡς τὸν ναὸν θέλοντες ἐμπρῆσαι. 27. ἐπὶ δὲ τούτοις πᾶσιν ἐνηστεύομεν, καὶ ἐκαθεζόμεθα πενθοῦντες καὶ κλαίοντες νυκτὸς καὶ ἡμέρας ἕως τοῦ σαββάτου.

συναχθέντες δὲ οἱ γραμματεῖς καὶ φαρισαῖοι καὶ πρεσβύτεροι πρὸς ἀλλήλους, ἀκούσαντες ὅτι ὁ λαὸς ἅπας γογγύζει καὶ κόπτεται τὰ στήθη λέγοντες ὅτι εἰ τῷ θανάτῳ αὐτοῦ ταῦτα τὰ μέγιστα σημεῖα γέγονεν, ἴδετε ὅτι πόσον δίκαιός ἐστιν, 29. ἐφοβήθησαν οἱ πρεσβύτεροι καὶ ἦλθον πρὸς Πειλᾶτον δεόμενοι αὐτοῦ καὶ λέγοντες, 3. παράδος ἡμῖν στρατιώτας ἵνα φυλάξωμεν τὸ μνῆμα αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ ὑπολάβῃ ὁ λαὸς ὅτι ἐκ νεκρῶν ἀνέστη, καὶ ποιήσωσιν ἡμῖν κακά. 3. ὁ δὲ Πειλᾶτος παραδέδωκεν αὐτοῖς Πετρώνιον τὸν κεντυρίωνα μετὰ στρατιωτῶν φυλάσσειν τὸν τάφον. καὶ σὺν αὐτοῖς ἦλθον πρεσβύτεροι καὶ γραμματεῖς ἐπὶ τὸ μνῆμα, 32. καὶ κυλίσαντες λίθον μέγαν μετὰ τοῦ κεντυρίωνος καὶ τῶν στρατιωτῶν ὁμοῦ πάντες οἱ ὄντες ἐκεῖ ἔθηκαν ἐπὶ τῇ θύρᾳ τοῦ μνήματος, 33. καὶ ἐπέχρισαν ἑπτὰ σφραγῖδας, καὶ σκηνὴν ἐκεῖ πήξαντες ἐφύλαξαν.

πρωΐας δὲ ἐπιφώσκοντος τοῦ σαββάτου ἦλθεν ὄχλος ἀπὸ Ἱερουσαλὴμ καὶ τῆς περιχώρου ἵνα ἴδωσι τὸ μνημεῖον ἐσφραγισμένον. 35. τῇ δὲ νυκτὶ ᾗ ἐπέφωσκεν ἡ κυριακὴ, φυλασσόντων τῶν στρατιωτῶν ἀνὰ δύο δύο κατὰ φρουράν, μεγάλη φωνὴ ἐγένετο ἐν τῷ οὐρανῷ, 36. καὶ εἶδον ἀνοιχθέντας τοὺς οὐρανοὺς καὶ δύο ἄνδρας κατελθόντας ἐκεῖθε πολὺ φέγγος ἔχοντας καὶ ἐγγίσαντας τῷ τάφῳ. 37. ὁ δὲ λίθος ἐκεῖνος ὁ βεβλημένος ἐπὶ τῇ θύρᾳ ἀφ’ἑαυτοῦ κυλισθεὶς ἐπεχώρησε παρὰ μέρος, καὶ ὁ τάφος ἠνοίγη καὶ ἀμφότεροι οἱ νεανίσκοι εἰσῆλθον. 38. ἰδόντες οὖν οἱ στρατιῶται ἐκεῖνοι ἐξύπνισαν τὸν κεντυρίωνα καὶ τοὺς πρεσβυτέρους, παρῆσαν γὰρ καὶ αὐτοὶ φυλάσσοντες, 39. καὶ ἐξηγουμένων αὐτῶν ἃ εἶδον πάλιν ὁρῶσιν ἐξελθόντας ἀπὸ τοῦ τάφου τρεῖς ἄνδρας, καὶ τοὺς δύο τὸν ἕνα ὑπορθοῦντας καὶ σταυρὸν ἀκολουθοῦντα αὐτοῖς, 4. καὶ τῶν μὲν δύο τὴν κεφαλὴν χωροῦσαν μέχρι τοῦ οὐρανοῦ, τοῦ δὲ χειραγωγουμένου ὑπ’αὐτῶν ὑπερβαίνουσαν τοὺς οὐρανούς. 4. καὶ φωνῆς ἤκουον ἐκ τῶν οὐρανῶν λεγούσης, ἐκήρυξας τοῖς κοιμωμένοις ; 42. καὶ ὑπακοὴ ἠκούετο ἀπὸ τοῦ σταυροῦ τὸ ναί. 43. συνεσκέπτοντο οὖν ἀλλήλοις ἐκεῖνοι ἀπελθεῖν καὶ ἐμφανίσαι ταῦτα τῶ Πειλάτῳ. 44. καὶ ἔτι διανοουμένων αὐτῶν φαίνονται πάλιν ἀνοιχθέντες οἱ οὐρανοὶ καὶ ἄνθρωπός τις κατελθὼν καὶ εἰσελθὼν εἰς τὸ μνῆμα.

ταῦτα ἰδόντες οἱ περὶ τὸν κεντυρίωνα νυκτὸς ἔσπευσαν πρὸς Πειλᾶτον, ἀφέντες τὸν τάφον ὅν ἐφύλασσον, καὶ ἐξηγήσαντο πάντα ἅπερ εἶδον, ἀγωνιῶντες μεγάλως καὶ λέγοντες, ἀληθῶς υἱὸς ἦν Θεοῦ. 46. ἀποκριθεὶς ὁ Πειλᾶτος ἔφη, ἐγὼ καθαρεύω τοῦ αἵματος τοῦ υἱοῦ τοῦ Θεοῦ, ὑμῖν δὲ τοῦτο ἔδοξεν. 47. εἶτα προσελθόντες πάντες ἐδέοντο αὐτοῦ καὶ παρεκάλουν κελεύσαι τῷ κεντυρίωνι καὶ τοῖς στρατιώταις μηδὲν εἰπεῖν ἃ εἶδον. 48. συμφέρει γάρ, φασίν, ἡμῖν ὀφλῆσαι μεγίστην ἁμαρτίαν ἔμπροσθεν τοῦ Θεοῦ καὶ μὴ ἐμπεσεῖν εἰς χεῖρας τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ λιθασθῆναι. 49. ἐκέλευσεν οὖν ὁ Πειλᾶτος τῷ κεντυρίωνι καὶ τοῖς στρατιώταις μηδὲν εἰπεῖν.

ὄρθρου δὲ τῆς κυριακῆς Μαριὰμ ἡ Μαγδαληνή, μαθήτρια τοῦ Κυρίου, φοβουμένη διὰ τοὺς Ἰουδαίους, ἐπειδὴ ἐφλέγοντο ὑπὸ τῆς ὀργῆς, οὐκ οὐκ ἐποίησεν ἐπὶ τῷ μνήματι τοῦ Κυρίου ἃ εἰώθεσαν ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ἀποθνήσκουσι καὶ τοῖς ἀγαπωμένοις αὐταῖς. 5. λαβοῦσα μεθ’ἑαυτῆς τὰς φίλας ἦλθε ἐπὶ τὸ μνημεῖον ὅπου ἦν τεθείς. 52. καὶ ἐφοβοῦντο μή ἴδωσιν αὐτὰς οἱ Ἰουδαῖοι καὶ ἔλεγον, εἰ καὶ μὴ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ ἐσταυρώθη ἐδυνήθημεν κλαῦσαι καὶ κόψασθαι, καὶ νῦν ἐπὶ τοῦ μνήματος αὐτοῦ ποιήσωμεν ταῦτα. 53. τίς δὲ ἀποκυλίσει ἡμῖν καὶ τὸν λίθον τὸν τεθέντα ἐπὶ τῆς θύρας τοῦ μνημείου, ἵνα εἰσελθοῦσαι παρακαθεσθῶμεν αὐτῷ καὶ ποιήσωμεν τὰ ὀφειλόμενα ; 54. μέγας γὰρ ἦν ὁ λίθος, καὶ φοβούμεθα μή τις ἡμᾶς ἴδῃ. καὶ εἰ μὴ δυνάμεθα, κἂν ἐπὶ τῆς θύρας βάλωμεν ἃ φέρομεν εἰς μνημοσύνην αὐτοῦ, κλαύσομεν καὶ κοψόμεθα ἕως ἔλθωμεν εἰς τὸν οἶκον ἡμῶν.

καὶ ἀπελθοῦσαι εὗρον τὸν τάφον ἠνεωγμένον καὶ προσελθοῦσαι παρέκυψαν ἐκεῖ, καὶ ὁρῶσιν ἐκεῖ τινα νεανίσκον καθεζόμενον μέσῳ τοῦ τάφου ὡραῖον καὶ περιβεβλημένον στολὴν λαμπροτάτην, ὅστις ἔφη αὐταῖς, 56. τί ἤλθατε ; τίνα ζητεῖτε ; μὴ τὸν σταυρωθέντα ἐκεῖνον ; ἀνέστη καὶ ἀπῆλθεν, εἰ δὲ μὴ πιστεύετε, παρακύψατε καὶ ἴδετε τὸν τόπον ἔνθα ἔκειτο, ὅτι οὔκ ἐστιν, ἀνέστη γὰρ καὶ ἀπῆλθεν ἐκεῖ ὅθεν ἀπεστάλη. 57. τότε αἱ γυναῖκες φοβηθεῖσαι ἔφυγον.

ἦν δὲ τελευταία ἡμέρα τῶν ἀζύμων, καὶ πολλοί τινες ἐξήρχοντο ὑποστρέφοντες εἰς τοὺς οἴκους αὐτῶν τῆς ἑορτῆς παυσαμένης. 59. ἡμεῖς δὲ οἱ δώδεκα μαθηταὶ τοῦ Κυρίου ἐκλαίομεν καὶ ἐλυπούμεθα, καὶ ἕκαστος λυπούμενος διὰ τὸ συμβὰν ἀπηλλάγη εἰς τὸν οἶκον αὐτοῦ. 6. ἐγὼ δὲ Σίμων Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφός μου λαβόντες ἡμῶν τὰ λινὰ ἀπήλθαμεν εἰς τὴν θάλασσαν, καὶ ἦν σὺν ἡμῖν Λευεὶς τοῦ Ἀλφαίου, ὃν Κύριος……





  1. τ.
  2. Ou τις (?)
  3. κ
  4. πειλατης
  5. παρ…μφθηναι
  6. οσα B.
  7. στα B.
  8. και B.
  9. εφη B.
  10. κυ
  11. αυτων
  12. περιεϐαλλον
  13. και ετεροι à και B.
  14. γονας B.
  15. τι B.
  16. νεγκον B.
  17. ων τον κυριον B.
  18. μηδεν
  19. Après οτ : ιε ωρθωσαν B.
  20. σταυρων
  21. ϐασιλευς B.
  22. ροσθεν B.
  23. αυτοις B.
  24. ωνειδησεν
  25. ουτως