Page:Vivien - Les Kitharèdes, 1904.djvu/15

Cette page a été validée par deux contributeurs.
3
LES KITHARÈDES


Μελεάγρου Στέφανος.


Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκχαρπον ἀοιδάν ;
ἢ τίς ὁ καὶ τεύξας ὑμνοθέταν στέφανον ;
ἄνυσε μὲν Μελεάγρος · ἀριζάλῳ δὲ Διοκλεῖ
μναμόσυνον ταύταν ἐξεπόνησε χάριν.
Πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς
λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα·
νάρκισσόν τε χορῶν Μελανιππίδου ἔγκυον ὕμνων,
καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω·
σύν δ’ἀναμίξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν
Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως ·
τῇδ’ ἄμα καὶ σάμψυχον ἀφ’ ἡδύπνοιο Ῥιανοῦ
καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον
Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον…



La Couronne de Méléagre


Chère Muse, à qui portes-tu ce chant chargé de fruits ? ou quel est celui qui a façonné cette couronne d’hymnes ? Méléagre