Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/351

Le texte de cette page a été corrigé et est conforme au fac-similé.

ξιός εἰμι τῆς ἐπισκοπῆς, καὶ ἐπίσταμαι τὰς ἐμὰς ἁμαρτίας. Καὶ ὡς ἐγένετο ἐπὶ ἱκανὰς ὥρας κεῖσθαι αὐτὸν εἰς τοὺς πόδας τοῦ μητροπολίτου, δέδωκεν αὐτῷ λόγῳ σκέψεως προθεσμίαν ἡμερῶν τριῶν, ὅπως πεισθῇ χειροτονηθῆναι ἐπίσκοπος. Μετὰ οὖν τὴν τρίτην ἡμέραν, πάλιν προσκαλεῖται αὐτὸν, καὶ ἤρξατο προτρέπεσθαι αὐτὸν καὶ παρακαλεῖν, ἀναδέξασθαι τὸ τῆς ἐπισκοπῆς ἀξίωμα, οὐ μὴν ἀλλὰ καὶ τὴν ἱκανότητα αὐτοῦ καὶ ἁγνείαν δοξάζων· ἐκεκόμιστο γὰρ (in margine ab aliâ manu: ἐκεκόμητο γὰρ) ὁ ἀνὴρ καὶ περὶ τὴν σωφροσύνην πάνυ· ἀλλ’ οὐδὲν ἤνοιεν (l. ἤνυεν). Ὅθεν ἐπέμενεν ὁ λεχθεὶς οἰκονόμος κράζων καὶ λέγων, μὴ εἶναι ἑαυτὸν ἄξιον τοῦ θρόνου. Ὡς οὖν εἶδεν ὁ ἁγιώτατος μητροπολίτης τὴν τοσαύτην αὐτοῦ ἔνστασιν καὶ ἐπιμονὴν τοῦ μὴ πεισθῆναι γενέσθαι αὐτὸν ἐπίσκοπον, ἔασεν (in margine εἴ-) μὲν ἐκεῖνον, προχειρίζεται δὲ ἄλλον, ὃν ἐγίνωσκεν ἄξιον εἶναι τοῦ θρόνου. Καὶ χειροτονήσας αὐτὸν, δίδωσιν ἐπίσκοπον ἐν τῇ λεχθείσῃ πόλει, παραδώσας αὐτῷ καὶ τὸν τρισμακάριστον οἰκονόμον Θεόφιλον εἰς τὸ ἑαυτοῦ ἔργον τῆς οἰκονομίας. Καὶ ἐλθόντων αὐτῶν ἐν τῇ προειρημένῃ πόλει σὺν τῷ προχειρισθέντι ἐπισκόπῳ, τινὲν ἐχθρωδῶς καὶ κακοθελῶς φερόμενοι ζήλῳ σατανικῷ κατὰ τοῦ πολλάκις ὀνομασθέντος οἰκονόμου, ἤρξαντο λοιδορίας τινὰς ἀνωφελεῖς παρεισφέρειν εἰς τὰς ἀκοὰς τοῦ ἐπισκόπου. Οἵτινες ἐφ’ ἰκανοῦ τοῦτο ποιοῦντες, πείθουσι τὸν ἐπίσκοπον, καὶ διαδέχεται αὐτὸν τῆς οἰκονομίας, ὡς λοιπὸν μηδὲν αὐτὸν πράττειν ἐν τῷ ἐπισκοπείῳ ἢ ἐπιτάττειν τινὶ, ἀλλ’ ἡσυχίως αὐτὸν διάγειν ἐν τῷ οἴκῳ αὐτοῦ· προϐάλλεται δὲ ἕτερον ἀντ’ αὐτοῦ ἐπὶ τῶν πραγμάτων τῆς αὐτῆς οἰκονομίας. Ὅθεν θεωρήσας ὁ ἀεὶ μηχανοράφος καὶ δόλιος καὶ τῷ ἀνθρωπίνῳ γένει πάντοτε ζήλῳ φερόμενος καὶ ἀντίπαλος ὑπάρχων διάϐολος τὸν ἄνδρα σωφρόνως καὶ ἡσυχίως διάγοντα, καὶ φθονήσας αὐτὸν πάνυ, ὑπεισέρχεται εἰς τὴν καρδίαν αὐτοῦ, καὶ ὑποϐάλλει αὐτῷ λογισμοὺς καὶ ζῆλον ἐπὶ τῇ τοιαύτῃ τῆς οἰκονομίας ὑπουργίᾳ, ὡς λοιπὸν ἐλθεῖν αὐτὸν καὶ φαρμακοῖς προσομιλῆσαι. Ἦν δέ τις ἄνθρωπος ἐν τῇ πόλει ἐκείνῃ μάγος Ἑϐραῖος, ἀκουστὸς πάνυ, τοῦ διαϐόλου ὑπάρχων,