Page:Rufus - Patrologia orientalis, tome 8, fascicule 1, n°36 - Plérophories.djvu/184

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
180
[580]
JEAN RUFUS. — PLÉROPHORIES. — APPENDICE.


prêtres, elle les a fait tomber dans l’impureté et dans beaucoup de passions. Le chant, enfant, est pour les séculiers, c’est pour cela que le peuple est réuni dans les églises…

Ἀδελφὸς ἠρώτησε τὸν ἀϐϐᾶν Σιλουανὸν λέγων· « Τί πιήσω, ἀϐϐᾶ, τῶς ϰτήσομαι τὴν ϰατάνυξιν, πάνυ γὰρ πολεμοῦμαι ὑπὸ τῆς ἀϰηδίας ϰαὶ τοῦ ὕπνου. Καὶ ὅτε ἀνίσταμαι τῇ νυϰτὶ, πολλὰ πυϰτεύω, ϰαὶ χωρὶς τοῦ ἤχου ψαλμὸν οὐ λέγω, ϰαὶ οὐ δύναμαι περιγένεσθαι τοῦ ὕπνου. » Καὶ ἀπεϰρίθη ὁ γέρων· «Τέϰνον, τὸ λέγειν σε τούς ψαλμοὺς μετὰ ἤχου πρώτη ὑπερηφανία ἐστι ϰαὶ ἔπαρσις, τουτέστιν ἐγὼ ψαλλω. Ὁ ἀδελφὸς οὐ ψάλλει, τὸ γὰρ ᾆσμα σϰληρύνει τὴν ϰαρδίαν ϰαὶ πωρώνει, ϰαὶ οὐϰ ἐᾷ τὴν ψυχὴν ϰατανυγῆναι. Εἰ οὖν θέλεις εἰς ϰατάνυξιν ἐλθεῖν, ἄφες τὸ ᾆσμα, ϰαὶ ὅτε ἵστασσαι τὰς εὐχὰς ποιῶν, ὁ νοῦς σου τὴν δύναμιν τοῦ στίχου ἐρευνάτω, ϰαὶ λογίζου ὅτι ἐνώπιον τοῦ Θεοῦ παρίστασαι, τοῦ ἐτάζοντος ϰαρδίας ϰαὶ νεφρούς. Καὶ ὅτε ἀναστῇς ἐϰ τοῦ ὕπνου, πρὸ πάντων δοξάσει τὸν Θεὸν τὸ στόμα σου, ϰαὶ μὴ ἄρξῃ τοῦ ϰανόνος εὐθύς· ἀλλ’ ἐξελθὼν ἔξω τοῦ ϰελλίου, σιτχολόγησον τὴν πίστιν, ϰαὶ τὸ πατὴρ ἠμῶν ἐν τοῖς οὐρανοῖς. Καὶ τότε εἱσελθὼν, ἄρξαι τοῦ ϰανόνος ἀνετῶς ἀνετῶς, στενάζων ϰαὶ ἐνθυμούμενος τὰς ἀμαρτίας σου, ϰαὶ τὴν ϰόλασιν ἐν ῇ μέλλεις βασανίζεσθαι ἐν αὐτῇ. »

Καὶ λέγει ἀδελφός· « Ἐγὼ, ἀϐϐᾶ, ἐξ ὅτε ἐμόνασα, τὴν ἀκολουθίαν τοῦ κανόνος καὶ τὰς ὥρας, καὶ τὰ τῆς ὀκταηχου ψάλλω. » Καὶ λέγει ὁ γέρων· « Διὰ τοῦτο καὶ ἡ κατάνυξις καὶ τὸ πένθος φεύγει ἀπὸ σοῦ. Ἐννόησον τοὺς μεγάλους πατέρας πῶς ἰδιῶται ἐγίνωσκον, ϰαὶ δίϰην φωστήρων ἐν ϰόσμῳ ἔλαμψαν. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ ἀϐϐᾶς Παῦλος, ϰαὶ ὁ ἀϐϐᾶς Ἀντώνιος, ϰαὶ Παῦλος ὁ ἁπλοῦς ϰαὶ ὁ ἀϐϐας Παμϐὼ, ϰαὶ ὁ ἀϐϐας Ἀπολλὼ, ϰαὶ οἱ ϰαθ’ ἐξῆς, οἵτινες ϰαὶ νεϰροὺς ἤγειραν, ϰαὶ ϰατὰ δαιμόνων τὴν ἐξουσίαν ἐδέξαντο, οὐϰ ἐν ᾄσμασι ϰαὶ τροπαρίοις, ϰαὶ ἤχοις, ἀλλ’ ἐν προσευχῇ ϰαὶ νηστείᾳ. Οὐ γὰρ ἡ ϰαλλιεπία τοῦ ᾄσματος ὑπάρχει ἡ σώζουσα τὸν ἄνθρωπον, ἀλλ’ ὁ φόϐος τοῦ Θεοῦ ϰαὶ ἡ τήρησις τῶν τοῦ Χριστοῦ ἐντολῶν. Τὸ γὰρ ᾆσμα πολλοὺς εἰς τὰ ϰατώτατα τῆς γῆς ϰατήγαγε· ϰαὶ οὐ μόνον ϰοσμιϰοὺς, ἀλλὰ ϰαὶ ἱερεῖς, εἰς πορνείας ϰαὶ εἰς πάθη πολλὰ αὐτοὺς ἐϐόθρισε, ϰαὶ τὸ ᾆσμα, τέϰνον, τῶν ϰοσμιϰῶν ἐστι, διὰ τοῦτο γὰρ ϰαὶ συναθροίζεται ὁ λαὸς ἐν ταῖς ἐϰϰλησίαις. Ἐννόησον, τέϰνον, πόσα τάγματά εἰσιν ἐν τῷ οὐρανῷ, ϰαὶ οὐ γέγραπται περὶ αὐτῶν ὅτι μετὰ τῆς ὀϰταήχου ψάλλουσιν, ἀλλὰ τάγμα ἓν ἀϰαταπαύστως τὸ ἀλληλούϊα ᾄδει, ἕτερον τάγμα τὸ ἅγιος ἅγιος Κύριος Σαϐαώθ’ ἕτερον τάγμα εὐλογημένη ἡ δόξα Κυρίου, ἐϰ τοῦ τόπου ϰαὶ ἐϰ τοῦ οἴϰου αὐτοῦ. Σὺ οὖν, τέϰνον, ἀγάπησον τῆν ταπείνωσιν τοῦ Χριστοῦ, ϰαὶ πρόσεχε σεαυτῷ φυλάττων σου τὸν νοῦν ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, ϰαὶ ὅπου δ’ ἂν παραϐάλλῃς, μὴ δειϰνύεις ἑαυτὸν ἀγχίνουν ϰαὶ ϰαθηγητὴν, ἀλλ’ ἔσω ταπεινόφρων, ϰαὶ ὁ Θεὸς παρέχει σοι τὴν ϰατάνυξιν[1]. »

  1. Dans le récit précédent, un disciple de Pambo, qui va vendre à Alexandrie le travail du vieillard, passe seize jours dans la ville, dormant, la nuit, « dans le narthex de l’église, dans le temple de saint Marc ». Il voit comment les chœurs (τάγματα de l’église chantent, il apprend les tropaires et il demande au vieillard pourquoi, au désert, on ne chante pas des canons, des tropaires et des cantiques avec leurs tons (μελωδοῦσιν ᾂσματα ϰαὶ ῥυθμίζουσιν ἤχους). Le vieillard voit dans tout cela une invasion du paganisme et le prélude de maux nombreux, ibid., p. 647-649.