Page:Roches - Oeuvres.djvu/144

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
129
DE M. DES ROCHES.

ΠΡΟΤΡΕΠΤΙΚΟΝ

AD CHRISTIANISSIMVM

henricvm iii, francorvm
& Polonię Regem, expreſſum ex
verſibus Gallicis eruditiſſimę
puellæ ac Poëtrię Catha-

rinę des Roches.

Ioſephus Scaliger Iulij Cæſaris F. verti.


Τοῖς ἀξίοισι δεξιωθεὶς τῶν γερῶν,
πρὸς τῶν ὀθνείων πρός τε τηλουρῶν λεῶν
λαμπρῶς, μόλις δὴ, φέγγος ἡρώων, μόλις
φίλην ἀνέρχη πρὸς πάτραν ἀπόστροφος.
καλαῖς δ’ ἀμοιβαῖς ἀνταμείβεις, ὧ πρόμε,
κελτῶν τὸ κῦρος, ἀντὶ τοῦ κύρους ξένου,
καὶ τῶν ἀνάνδρων ἄντι, τοῦς ευήνορας.
πᾶς δὴ φρυάζων πρὸς τὸν εὐτυχέστατον
νόστον γάνυσι, καίσε προσσαίνει χαρᾷ.
σοὶ τῶν ἑαυτοῦ πολλ’ ἀφειδήσας πολὺς
δίδωσι, πλείω δ’ ἀντιλάζεσθαι σέθεν
ἕδοξεν ἁντίποινα τῶν δωρημάτων.
διδοὺς δὲ μηδὲν μηδενὸς πλέον διδοῖ.
ὥστ’ εὐπροσώπῳ μηχανῇ χαρισμάτων
χρυσοῦ, λίθων τε τὴν βαρύσταθμον χλιδήν
δωρούμενοι σοι δῆθεν, αὐτοὶ μὲν λόγω
δίδουσιν, ἔργω δ’ αὔτ’ ἀπεμπόλωσι σοι.
εἰ μήγ’ αὐτῶν τοὐμπόρευμα τίμιον
ὑπερμέτροις λύτροισιν ὠνῆσαι φθάνοις.
οἵδ’ ἐνδίδοντες ἑδονῇ φιλαργύρῳ
πάλιν πρὸς ὑμᾶς οὐκ ἐπιστρέψουσι δή.

Σκηπτοῦχε σοὶ δὲ τἀμὰ δεχθήτω μέλη.