Page:Platon - Œuvres complètes, Les Belles Lettres, tome III, 1.djvu/31

Cette page n’est pas destinée à être corrigée.
22
310 B
ΠΡΩΤΑΓΟΡΑΣ

ἔφη, ἥκει, στάς παρ’ἐμοί. — Πρῴην, ἔφην ἐγώ. Σὺ δὲ ἄρτι πέπυσαι ; — Νὴ τοὺς θεούς, ἔφη, ἑσπέρας γε.

— Καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ c τοὺς πόδας μου, καὶ εἶπεν· Ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. Ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα· καὶ δῆτα μέλλον σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. Ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἣμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας. Καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι· ἐπειδὴ δὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστάς οὖτω δεῦρο ἐπορευόμην. — Καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν d καὶ τὴν πτόησιν· Τί οὖν σοι, ἦυ δ’ ἐγώ, τοῦτο ; μῶν τί σε ἀδικεῖ Πρωταγόρας ; — Καὶ ὃς γελάσας· Νὴ τοὺς θεούς, ἔφη, ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ. — Ἀλλὰ ναὶ μὰ Δία, ἔφῃν ἐγώ, ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ σὲ σοφὸν. — Εἰ γάρ, ἧ δ’ ὅς, ὦ Ζεῦ καὶ θεοί, ἐν τούτῳ εἴη· e ὡς οὔτ’ ἂν τῶν ἐμῶν ἐπιλί — ποιμι οὐδὲν οὔτε τῶν φίλων· ἀλλ’ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμοῦ διαλεχῇς αὐτῷ. Ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδ’ ἀκήκοα οὐδέν· ἔτι γὰρ παῖ ἧ ὅτε τὸ πρότερον ἐπεδήμησεν. Ἀλλὰ γάρ, ὦ Σώκρατες, πάντες τὸν ἀνδρα ἐπαινοῦσιν καὶ φασιν σοφώτατον εἶναι λέγειν· ἀλλλὰ τί οὐ βαδίζομεν παρ’ αὐτόν, ἵνα ἔνδον καταλάϐωμεν ; Καταλύει δ’, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου· 311 ἀλλ’ ἴωμεν. — Καὶ ἐγὼ εἶπον· Μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν, πρῲ γάρ ἐστιν, ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν, ἕως ἄν φῶς γένηεται· εἶτα ἴωμεν. Καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον