Page:Manuel d’Épictète, trad. Joly, 1915.djvu/44

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
——18——


γυναικί. Ἐμοὶ δὲ πάντα αἴσια σημαίνεται, ἐὰν ἐγὼ θέλω· ὃ τι γὰρ ἂν τούτων ἀποϐαίνῃ, ἐπ᾽ ἐμοί ἐστιν ὠφεληθῆναι ἀπ ᾽αὐτοῦ1

XIX.

1. Ἀνίκητος εἶναι δύνασαι, ἐὰν εἰς μηδένα ἀγῶνα κατα- ϐαίνῃς, ὃν οὐκ ἔστιν ἐπὶ σοὶ νικῆσαι.

2. Ὅρα μήποτε ἰδών τινα προτιμώμενον, ἢ μέγα δυνάμενον, ἢ ἄλλως εὐδοκιμοῦνα, μακαρίσῃς, ὑπὸ τῆς φαντασίας συναρπασθείς. Ἐὰν γὰρ ἐν τοῖς ἐφ᾽ ἡμῖν ἡ οὐσία τοῦ ἀγαθοῦ ᾖ· οὔτε φθόνος, οὔτε ζηλοτυπία χώραν ἔχει· σύ τε αὐτὸς οὐ στρατηγὸς, οὐ πρύτανις, ἡ ὕπατος εἶναι θελήσεις, ἀλλ᾽ ἐλεύθερος. Μία δὲ ὁδὸς πρὸς τοῦτο, καταφρόνησις τῶν οὐκ ἐφ᾽ ἡμῖν.

XX.

Μέμνησο, ὅτι οὐχ ὁ λοιδορῶν, ἢ ὁ τύπτων, ὑϐρίζει· ἀλλὰ τὸ δόγμα τὸ περὶ τούτων, ὡς ὑϐριζόντων. Ὅταν οὖν ἐρεθίσῃ σέ τις, ἴσθι, ὅτι ἡ σή σε ὑπόληψις ἠρέθικε. Τοιγαῤ- οὖν ἐν πρώτοις πειρῶ, ὑπὸ τῆς φαντασίας μὴ συναρπασθῆναι· ἂν γὰρ ἅπαξ χρόνου καὶ διατριϐῆς τύχῃς, ῥᾷον κρατήσεις σεαυτοῦ2.

XXI.

Θάνατος, καὶ φυγὴ, καὶ πάντα τὰ δεινὰ φαινόμενα, πρὸ ὀφθαλμῶν ἔστω σοι καθ᾽ ἡμέραν· μάλιστα δὲ πάντων ὁ θάνατος· καὶ οὐδὲν οὐδέποτε οὔτε ταπεινὸν ἐνθυμηθήσῃ, οὔτε ἄγαν ἐπιθυμήσεις τινός.


1. Notez que les stoïciens croyaient aux présages, comme aux augures et aux oracles ; et cela, disaient-ils, au nom de la liaison universelle des choses et de la nécessité enchaînant chaque évènement, chaque phénomène du Tout à tous les autres.