Page:Manuel d’Épictète, trad. Joly, 1915.djvu/38

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
—— 12 ——

ΧΙΙ.

1. Εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπίλο- γισμούς· Ἐὰν ἀμελήσω τῶν ἐμῶν, οὐχ ἕξω διατροφάς. Ἐὰν μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται. Κρεῖσσον γὰρ, λιμῷ ἀποθανεῖν, ἄλυπον καὶ ἄφοϐον γενόμενον, ἢ ζῇν ἐν ἀφθόνοις, ταρασσόμενον. Κρεῖττον δὲ, τὸν παῖδα κακὸν εἶναι, ἢ σὲ κακοδαίμονα1.

2. Ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν. Ἐκχεῖται τὸ ἐλάδιον, κλέπτεται τὸ οἰνάριον ; ἐπίλεγε, ὅτι, Τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία· προῖκα δὲ οὐδὲν περιγίνεται. Ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ, ὅτι δύναται μὴ ὑπακοῦσαι, καὶ ὑπακούσας, μηδὲν ποιῆσαι ὧν θέλεις· ἀλλ᾽ οὐχ οὕτως ἐστὶν αὐτῷ καλῶς, ἵνα ἐπ᾽ ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.

XIII.

Εἰ προκόψαι θέλεις, ὑπόμεινον ἕνεχα τῶν ἐκτὸς ἀνόητος δόξας καὶ ἠλίθιος. Μηδὲν βούλου δοκεῖν ἐπίστασθαι· κἄν δόξῃς τις εἶναί τισιν, ἀπίστει σεαυτῷ. Ἴσθι γὰρ, ὅτι οὐ ρᾴδιον, τὴν προαίρεσιν τὴν σεαυτοῦ κατὰ φύσιν ἔχουσαν φυλάξαι, καὶ τὰ ἐκτός· ἀλλὰ, τοῦ ἑτέρου ἐπιμελούμενον, τοῦ ἑτέρου ἀμελῆσαι πᾶσα ἀνάγκη2.

XIV.

1.Ἐὰν θέλῃς τὰ τέκνα σου καὶ τὴν γυναῖκα καὶ τοὺς φίλους πάντοτε ζῇν, ἠλίθιος εἶ· τὰ γὰρ μὴ ἐπὶ σοὶ, θέλεις ἐπὶ σοὶ εἶναι· καὶ τὰ ἀλλότρια, σὰ εἶνάι. Οὕτω κἂν τὸν παῖδα θέλῃς μὴ ἁμαρτάνειν, μωρὸς εἶ· θέλεις γὰρ, τὴν


1. . Ce pessimisme stoïcien a été expliqué dans l’Introduction.