Page:Manuel d’Épictète, trad. Joly, 1915.djvu/36

Cette page a été validée par deux contributeurs.
— 10 —


VIII.

Μὴ ζήτει τὰ γινόμενα γίνεσθαι ὡς θέλεις· ἀλλὰ θέλε τὰ γινόμενα ὡς γίνεται· καὶ εὐροήσεις.

ΙΧ.

Νόσος σώματός ἐστιν ἐμπόδιον· προαιρέσεως δὲ οὒ, ἐὰν μὴ αὐτὴ θέλῃ. Χώλανσις σκέλους ἐστὶν ἐμπόδιον, προαιρέσεως δὲ οὔ. Καὶ τοῦτο ἐφ᾽ ἑκάστου τῶν ἐμπιπτόντων ἐπιλεγε· εὑρήσεις γὰρ αὐτὸ ἄλλου τινὸς ἐμπόδιον, σὸν δὲ oὒ 1.

Χ.

Ἐφ᾽ ἑκάστου τῶν προςπιπτόντων μέμνησο, ἐπιστρέφων ἐπὶ σεαυτὸν, ζητεῖν, τίνα δύναμιν ἔχεις πρὸς τὴν χρῆσιν αὐτοῦ. Ἐὰν καλὸν ἴδῃς, ἢ καλὴν, εὑρήσεις δύναμιν πρὸς ταῦτα, ἐγκράτειαν. Ἐὰν πόνος προςφέρηται, εὑρήσεις καρτερίαν. Ἂν λοιδορία, εὑρήσεις ἀνεξικακίαν. Καὶ οὕτως ἐθιζόμενόν σε οὐ συναρπάσουσιν αἱ φαντασίαι.

ΧΙ.

Μηδέποτε ἐπὶ μηδενὸς εἴπῃς, ὅτι, Ἀπώλεσα αὐτό· ἀλλ᾽, ὅτι, Ἀπέδωκα. Τὸ παιδίον ἀπέθανεν ; ἀπεδόθη. Ἡ γυνὴ ἀπέθανεν ; ἀπεδόθη2. Τὸ χωρίον ἀφῃρέτη· οὐκοῦν καὶ τοῦτο ἀπεδόθη. Ἀλλὰ κακὸς ὁ ἀφελόμενος. Τί δὲ σοὶ μέλει, διὰ τίνος σε ὁ δοὺς ἀπῄτησε ; μέχρι δ᾿ἂν διδῷ, ὡς ἀλλοτρίου αὐτοῦ ἐπιμελοῦ· ὡς τοῦ πανδοχείου οἱ παριόντες.



1. Nous n’avons pas besoin de faire remarquer que ces maximes, prises sans restriction, impliquent ce qu’on appelle le fatalisme historique. Il était sans doute excusable au temps d’Épictète, sous la tyrannie des Césars.