Page:Manuel d’Épictète, trad. Joly, 1915.djvu/32

Cette page a été validée par deux contributeurs.
— 6 —


III.

Ἐφ’ ἑκάστου τῶν ψυχαγωγούντων, ἢ χρείαν παρεχόντων, ἢ στεργομένων, μέμνησο ἐπιλέγειν, ὁποῖόν ἐστιν, ἀπὸ τῶν σμικροτάτων ἀρξάμενος· ἂν χύτραν στέργῃς, ὅτι, Χύτρᾶν στέργω· κατεαγείσης γὰρ αὐτῆς, οὐ ταραχθήσῃ. Ἄν παιδίον σαυτοῦ καταφιλῇς, ἢ γυναῖκα, ὅτι ἄνθρωπον καταφιλεῖς· ἀποθανόντος γὰρ, οὐ ταραχθήση1.

IV

Ὅταν ἅπτεσθαί τινος ἔργου μέλλῃς, ὑπομίμνησκε σεαυτὸν, ὁποῖόν ἐστι τὸ ἔργον. Ἐὰν λουσόμενος ἀπίῃς, πρόϐαλλε σεαυτῷ τὰ γινόμενα ἐν βαλανείῳ· τοὺς ἀποῤῥαίνοντας, τοὺς ἐγκρουομένους, τοὺς λοιδοροῦντας, τοὺς κλέπτοντας· καὶ οὕτως ἀσφαλέστερον ἅψῃ τοῦ ἔργου, ἐὰν ἐπιλέγῃς εὐθὺς, ὅτι, Λούσασθαι θέλω, καὶ τὴν ἐμαυτοῦ προαίρεσιν κατὰ φύσιν ἔχουσαν τηρῆσαι. Καὶ ὡσαύτως ἐφ᾽ ἑκάστου ἔργου· οὕτω γὰρ, ἄν τι πρὸς τὸ λούσασθαι γένηται ἐμποδὼν, πρόχειρον ἔσται, διότι, Ἀλλ᾽ οὐ τοῦτο ἤθελον μόνον, ἀλλὰ καὶ τὴν ἐμαυτοῦ προαίρεσιν κατὰ φύσιν ἔχουσαν τηρῆσαι· οὐ τηρήσω δὲ, ἐὰν ἀγανακτῶ πρὸς τὰ γινόμενα2.

V.

Ταρἀσσει τοὺς ἀνθρώπους οὐ τὰ πράγματα, ἀλλὰ τὰ περὶ τῶν πραγμάτων δόγματα. Οἷον, ὁ θάνατος οὐδὲν δεινόν· ἐπεὶ καὶ Σωκράτει ἂν ἐφαίνετο. ᾿Αλλὰ τὸ δόγμα τὸ περὶ τοῦ θανάτου, δίοτι δεινὸν, ἐκεῖνο τὸ δεινόν ἐστιν. Ὅταν οὖν ἐμποδιζώμεθα, ἢ ταρασσώμεθα, ἢ λυπώμεθα, μεδέποτε




1. Le chrétien dit : Souviens-toi que c’est un être fait à l’image de Dieu et immortel.

2. C’est, en effet, un grand danger que de vouloir une chose quand même : une illusion, qui va toujours en augmentant,