Page:Manuel d’Épictète, trad. Joly, 1915.djvu/28

Cette page a été validée par deux contributeurs.

ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ1

Séparateur

I

1. Τῶν ὄντων, τὰ μέν ἐστιν ἐφ᾽ ἡμῖν, τὰ δὲ οὐκ ἐφ᾽ ἡμῖν2. Ἐφ᾽ ἡμῖν μὲν, ὑπόληψις, ὁρμὴ, ὄρεξις, ἔκκλισις· καὶ ἑνὶ λόγῳ, ὅσα ἡμέτερα ἔργα. Οὐκ ἐφ᾽ ἡμῖν δὲ, τὸ σῶμα, ἡ κτῆσις, δόξαι, ἀρχαί· καὶ ἑνὶ λόγῳ, ὅσα οὐχ ἡμέτερα ἔργα.

2. Καὶ τὰ μὲν ἐφ᾽ ἡμῖν ἔστι φύσει ἐλεύθερα, ἀκώλυτα, ἀπαραπόδιστα· τὰ δὲ οὐκ ἐφ᾽ ἡμῖν, ἀσθενῆ, δοῦλα, κωλυτὰ, ἀλλότρια.

3. Μέμνησο οὖν, ὅτι, ἐὰν τὰ φύσει δοῦλα ἐλεύθερα οἴηθῇς, καὶ τὰ ἀλλότρια ἴδια, ἐμποδισθήσῃ, πενθήσεις, ταραχθήσῃ, μέμψῃ καὶ θεοὺς καὶ ἀνθρώπους· ἐὰν δὲ τὸ σὸν μόνον οἰηθῇς σὸν εἶναι, τὸ δὲ ἀλλότριον, ὥςπερ ἐστὶν, ἀλλότριον, οὐδείς σε ἀναγκάσει οὐδέποτε, οὐδείς σε κωλύσει, οὐ μέμψῃ οὐδένα, οὐκ ἐγκαλέσεις τινὶ, ἄκων πράξεις οὐδὲ ἕν, οὐδείς σε βλάψει, ἐχθρὸν οὐχ ἕξεις· οὐδὲ γὰρ βλαϐερόν τι πείσῃ.

4. Τηλικούτων3 οὖν ἐφιέμενος, μέμνησο, ὅτι οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν, ἀλλὰ τὰ μὲν ἀφιέναι


1. Manuel, de ἐγχειριδίον (ἐν, dans, χεῖρ, main). Ce mot ne signifie pas, pour Arrien, un livre qu’on doit toujours avoir sous la main, mais, suivant le commentaire de Simplicius, une arme de combat qu’il faut toujours avoir à sa portée, et dont il faut toujours être prêt à se servir.

2. C’est par cette distinction fondamentale que s’ouvrent aussi les Discours ou Entretiens philosophiques, dans lesquels Arrien a longuement exposé la philosophie d’Épictète

1.