Page:Lods - L'évangile et l'apocalypse de Pierre.djvu/33

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
31
TEXTE

(P. 13) ἐπὶ τοῦ κρημνοῦ, καὶ κατεστρέφοντο ἐκεῖθεν κάτω, καὶ ἡσυχίαν οὐκ εἶχον ἀπὸ ταύτης τῆς κολάσεως· οὗτοι δὲ ἦσαν οἱ μιάναντες τὰ σώματα ἑαυτῶν ὡς γυναῖκες ἀναστρεφόμενοι. αἱ δὲ μετ᾽ αὐτῶν γυναῖκες αὗται ἦσαν αἱ συγκοιμηθεῖσαι ἀλλήλαις ὡς ἂν ἀνὴρ πρὸς γυναῖκα.

33 Καὶ παρὰ τῷ κρημνῷ ἐκείνῳ τόπος ἦν πυρὸς πλείστου γέμων· κἀκεῖ ἱστήκεισαν ἄνδρες, οἵτινες ταῖς[1] ἰδίαις χερσὶ ξόανα ἑαυτοῖς ἐποίησαν ἀντὶ θεοῦ.

34 Καὶ παρ᾽ ἐκείνοις ἄνδρες ἕτεροι καὶ γυναῖκες ῥάβδους πυρὸς ἔχοντες, καὶ ἀλλήλους τύπτοντες, καὶ μηδέποτε παυόμενοι τῆς τοιαύτης κολάσεως.

35 Καὶ ἕτεροι πάλιν ἐγγὺς ἐκείνων γυναῖκες καὶ ἄνδρες φλεγόμενοι καὶ στρεφόμενοι καὶ τηγανιζόμενοι. οὗτοι δὲ ἦσαν οἱ ἀφέντες[2] τὴν ὁδὸν τοῦ θεοῦ.

  1. τας
  2. η αφθαντες