28 Καὶ πλησίον ἑϰείνων πάλιν γυναῖϰες ϰαὶ ἄνδρες μασώμενοι αὐτῶν τὰ χείλη ϰαὶ ϰολαζόμενοι ϰαὶ πεπυρωμένον[1] σίδηρον ϰατὰ τῶν ὀφθαλμῶν λαμϐάνοντες. οὖτοι δὲ ἦσαν οἱ βλασφημήσαντες ϰαὶ ϰαϰῶς eἰπόντες τὴν ὁδὸν (P. 14) τῆς διϰαιοσύνης.
29 Καὶ ϰαταντιϰρὺ τούτων ἄλλοι πάλιν ἄνδρες ϰαὶ γυναῖϰες τὰς γλώσσας αὐτῶν[2] μασώμενοι ϰαὶ πῦρ φλεγόμεν[ο]ν[3] ἔχοντες ἐν τῷ στόματι. οὖτοι[4] δὲ ἠσαν οἱ ψευδομάρτυρες.
30 Καὶ ἐν ἑτέρῳ τινὶ τόπῳ χάλιϰες ἦσαν ὀξύτεροι ξιφῶν ϰαὶ παντὸς ὀϐελίσϰου, πεπυρωμένοι. ϰαὶ γυναῖϰες ϰαὶ ἂνδρες, ῥάϰη ῥυπαρὰ ἐνδεδυμένοι, ἐϰυλίοντο ἐπ’ αὐτῶν ϰολαζόμενοι. οὗτοι[5] δὲ ἦσαν οἱ πλουτοῦντες ϰαὶ τῷ πλούτῳ αὐτῶν πεποιθότες ϰαὶ μὴ ἐλεήσαντες[6] ὀρφανοὺς ϰαὶ χήρας, ἀλλ’ ἀμελήσαντες τῆς ἐντολῆς τοῦ θεοῦ.
31 Ἐν δὲ ἑτέρᾳ λίμνῃ μεγάλῃ, πεπληρωμένῃ πύου[7] ϰαὶ αἵματος ϰαὶ βορϐόρου ἀναζέοντος[8] ἰστήϰεισαν ἄνδρες ϰαὶ γυναῖϰες μέχρι γονάτων, οὗτοι[9] δὲ ἦσαν οἱ δανίζοντες[10] ϰαὶ ἀπαιτοῦντες τόϰους τόϰων.
32 Ἄλλοι ἄνδρες[11] ϰαὶ γυναῖϰες ἀπὸ ϰρημνοῦ μεγάλου ϰαταστρεφόμενοι ἢρχοντο ϰάτω[12], ϰαὶ πάλιν ἠλαύνοντο[13] ὑπὸ τῶν ἐπικειμένων ἀναϐῆναι ἄνω