Page:Lods - L'évangile et l'apocalypse de Pierre.djvu/23

Cette page n’a pas encore été corrigée

ἔθηκαν ἐπὶ τῇ θύρᾳ τοῦ μνήματος, 33. καὶ ἐπέχρισαν ἑπτὰ σφραγῖδας, καὶ σκηνὴν ἐκεῖ πήξαντες ἐφύλαξαν.

πρωΐας δὲ ἐπιφώσκοντος τοῦ σαββάτου ἦλθεν ὄχλος ἀπὸ Ἱερουσαλὴμ καὶ τῆς περιχώρου ἵνα ἴδωσι τὸ μνημεῖον ἐσφραγισμένον. 35. τῇ δὲ νυκτὶ ᾗ ἐπέφωσκεν ἡ κυριακὴ, φυλασσόντων τῶν στρατιωτῶν ἀνὰ δύο δύο κατὰ φρουράν, μεγάλη φωνὴ ἐγένετο ἐν τῷ οὐρανῷ, 36. καὶ εἶδον ἀνοιχθέντας τοὺς οὐρανοὺς καὶ δύο ἄνδρας κατελθόντας ἐκεῖθε πολὺ φέγγος ἔχοντας καὶ ἐγγίσαντας τῷ τάφῳ. 37. ὁ δὲ λίθος ἐκεῖνος ὁ βεβλημένος ἐπὶ τῇ θύρᾳ ἀφ’ἑαυτοῦ κυλισθεὶς ἐπεχώρησε παρὰ μέρος, καὶ ὁ τάφος ἠνοίγη καὶ ἀμφότεροι οἱ νεανίσκοι εἰσῆλθον. 38. ἰδόντες οὖν οἱ στρατιῶται ἐκεῖνοι ἐξύπνισαν τὸν κεντυρίωνα καὶ τοὺς πρεσβυτέρους, παρῆσαν γὰρ καὶ αὐτοὶ φυλάσσοντες, 39. καὶ ἐξηγουμένων αὐτῶν ἃ εἶδον πάλιν ὁρῶσιν ἐξελθόντας ἀπὸ τοῦ τάφου τρεῖς ἄνδρας, καὶ τοὺς δύο τὸν ἕνα ὑπορθοῦντας καὶ σταυρὸν ἀκολουθοῦντα αὐτοῖς, 4. καὶ τῶν μὲν δύο τὴν κεφαλὴν χωροῦσαν μέχρι τοῦ οὐρανοῦ, τοῦ δὲ χειραγωγουμένου ὑπ’αὐτῶν ὑπερβαίνουσαν τοὺς οὐρανούς. 4. καὶ φωνῆς ἤκουον ἐκ τῶν