Page:Lods - L'évangile et l'apocalypse de Pierre.djvu/20

Le texte de cette page a été corrigé et est conforme au fac-similé.

6. Οἱ δὲ λαϐόντες τὸν Κύριον[1], ὤθουν αὐτὸν[2] τρέχοντες καὶ ἔλεγον · σύρωμεν τὸν υἱὸν τοῦ θεοῦ, ἐξουσίαν αὐτοῦ ἐσχηκότες. 7. καὶ πορφύραν αὐτὸν περιέϐαλον[3], καὶ ἐκάθισαν αὐτὸν ἐπὶ καθέδραν κρίσεως λέγοντες · δικαίως κρῖνε, βασιλεῦ τοῦ Ἰσραήλ. 8. καί τις αὐτῶν ἐνεγκὼν στέφανον ἀκάνθινον ἔθηκεν ἐπὶ τῆς κεφαλῆς τοῦ Κυρίου. (P. 3) 9. καὶ ἕτεροι ἑστῶτες ἐνέπτυον αὐτοῦ ταῖς ὄψεσι, καὶ ἄλλοι[4] τὰς σιαγόνας[5] αὐτοῦ ἐράπισαν. ἕτεροι καλάμῳ ἔνυσσον αὐτὸν. καί τινες αὐτὸν ἐμάστιζον λέγοντες · ταύτῃ τῇ τιμῇ τιμήσωμεν[6] τὸν υἱὸν τοῦ θεοῦ.

10. Καὶ ἤνεγκον[7] δύο κακούργους, καὶ ἐσταύρωσαν ἀνὰ μέσον αὐτῶν τὸν Κύριον[8] · αὐτὸς δὲ ἐσιῶπα, ὡς μηδένα[9] πόνον ἔχων · 11. καὶ ὅτε ὤρθωσαν[10] τὸν σταυρὸν[11] ἐπέγραψαν ὅτι · οὗτός ἐστιν ὁ βασιλεὺς[12] τοῦ Ἰσραήλ. 12. καὶ τεθεικότες τὰ ἐνδύματα ἔμπροσθεν[13] αὐτοῦ διεμερίσαντο, καὶ λαχμὸν ἔϐαλον ἐπ’ αὐτοῖς[14]. 13. εἷς δέ τις τῶν κακούργων ἐκείνων ὠνείδισεν[15] αὐτοὺς λέγων · ἡμεῖς διὰ τὰ κακὰ ἃ ἐποιήσαμεν οὕτω πεπόνθαμεν · οὗτος[16] δὲ, σωτὴρ γενόμενος τῶν ἀνθρώπων, τί ἠδίκησεν ὑμᾶς ; 14. καὶ, ἀγανακτήσαντες ἐπ’ αὐτῷ, ἐκέλευσαν ἵνα μὴ σκελοκοπηθῇ, ὅπως βασανιζόμενος ἀποθάνοι.

  1. κυ
  2. αυτων
  3. περιεϐαλλον
  4. και ετεροι à και B.
  5. γονας B.
  6. τι B.
  7. νεγκον B.
  8. ων τον κυριον B.
  9. μηδεν
  10. Après οτ : ιε ωρθωσαν B.
  11. σταυρων
  12. ϐασιλευς B.
  13. ροσθεν B.
  14. αυτοις B.
  15. ωνειδησεν
  16. ουτως