Cette page n’est pas destinée à être corrigée.
540
de l’anatomie
λίης στόμαχον καλέουσιν. Πρὸς δὲ ἀκάνθης ὄπισθεν ἥπατος φρένες πεφύκασιν. Ἐκ δὲ πλευρῆς νόθης, λέγω δὲ ἀριστερῆς, σπλὴν ἀρξάμενος ἐκτέταται [1] ὁμοιορυσμὸς ἴχνει ποδός. Κοιλίη δὲ ἥπατι παρακειμένη κατ’ εὐώνυμον μέρος [2] οὐλομελής ἐστι νευρώδης. Ἀπὸ δὲ κοιλίης πέφυκεν ἔντερον ὁμοιορυσμὸν, [3] μικρὸν, πηχέων οὐχ ἔλασσον δώδεκα, ἑλικηδὸν ἐν πόλποις ἐνειλούμενον, ὃ καλέουσιν ἔνιοι κῶλον, δι’ οὗ ἡ παραφορὰ τῆς τροφῆς γίνεται. Ἀπὸ δὲ [4] κώλου πέφυκεν ἀρχὸς λοίσθιος, σάρκα [5] περιπληθέα ἔχων, ἐς ἄκρον δακτυλίου τελευτῶν. Τὰ δὲ ἄλλα ἡ φύσις διετάξατο.
- ↑ Ὁμοιορυσμῶ C. – ἴσχνει, Ald.
- ↑ οὐλομένη vulg. – οὐλομελίῃ Lind. – οὐλομένης C. – La fausse leçon de C met sur la voie de la bonne ; c’est οὐλομελὴς qu’il faut lire.
- ↑ μακρὸν L. – ἐς κόλπους ; Lind. – κόλον C, Lind. – γίγνεται Lind.
- ↑ κόλου C, Lind.
- ↑ πολυπληθέα Lind., Trillerus. – [καὶ] ἐς ἄκρον Lind.