Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/88

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
78
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.


βελτίω φαμέν. Προσέχετ', ἄνδρες δικασταί, τούτοις ἀναγιγνωσκομένοις τὸν νοῦν. Λέγε.

ΝΟΜΟΣ.

Ἐπίσχες. Τοῦτο μέν ἐστιν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφές, « Τὰς δωρειὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι· » δίκαιον, ὦ γῆ καὶ θεοί. Χρῆν τοίνυν Λεπτίνην μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τοῦτον ἔλυσε γραψάμενος. Νῦν δὲ μαρτυρίαν καθ' ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον, ὅμως ἐνομοθέτει, καὶ ταῦθ' ἑτέρου κελεύοντος νόμου καὶ κατ' αὐτὸ τοῦτ' ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις. Λαβὲ δ' αὐτὸν τὸν νόμον.

ΝΟΜΟΣ.

Οὔκουν ἐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ « Κυρίας εἶναι τὰς δωρειάς, ὅσας ὁ δῆμος ἔδωκε, » τὸ « Μηδέν' εἶναι ἀτελῆ » τούτων οἷς ὁ δῆμος ἔδωκεν; Σαφῶς γ' οὑτωσί. Ἀλλ' οὐκ ἐν ᾧ νῦν ὅδ' ἀντεισφέρει νόμῳ, ἀλλ' ἅ τ' ἐδώκατε, κύρια, καὶ πρόφασις δικαία κατὰ τῶν ἢ παρακρουσαμένων, ἢ μετὰ ταῦτ' ἀδικούντων ἢ ὅλως