Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/370

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
360
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


λων γένωνται͵ κακῶν καὶ αἰσχρῶν οὐδὲν ἐλλείπουσι. Kαὶ ταῦτα τὰ λαμπρὰ καὶ νεανικά ἐστιν αὐτῶν οὐ γὰρ ἡμεῖς μαρτυρήσομεν ἀλλήλοις; οὐ γὰρ ταῦθ΄ ἑταίρων ἐστὶ καὶ φίλων; τί δὲ καὶ δεινόν ἐστιν ὧν παρέξεται κατὰ σοῦ; τυπτόμενόν φασί τινες ὁρᾶν; ἡμεῖς δὲ μηδ΄ ἧφθαι τὸ παράπαν μαρτυρήσομεν. Ἐκδεδύσθαι θοἰμάτιον; τοῦτ΄ ἐκείνους προτέρους πεποιηκέναι ἡμεῖς μαρτυρήσομεν. Tὸ χεῖλος ἐρράφθαι; τὴν κεφαλὴν δέ γ΄ ἡμεῖς ἢ ἕτερόν τι κατεαγέναι φήσομεν. Ἀλλὰ καὶ μάρτυρας ἰατροὺς παρέ χομαι. Tοῦτ΄ οὐκ ἔστιν͵ ὦ ἄνδρες δικασταί͵ παρὰ τούτοις· ὅσα γὰρ μὴ δι΄ αὑτῶν͵ οὐδενὸς μάρτυρος καθ΄ ἡμῶν εὐπορήσουσιν.Ἡ δ΄ ἀπ΄ αὐτῶν ἑτοιμότης οὐδ΄ ἂν εἰπεῖν μὰ τοὺς θεοὺς δυναίμην ὅση καὶ οἵα πρὸς τὸ ποιεῖν ὁτιοῦν ὑπάρχει. Ἵνα δ΄ εἰδῆθ΄ οἷα καὶ διαπραττόμενοι περιέρχονται͵ λέγ΄ αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας͵ σὺ δ΄ ἐπίλαβε τὸ ὕδωρ.

ΜΑΡΤΥΡΙΑΙ

Τοίχους τοίνυν διορύττοντες καὶ παίοντες τοὺς ἀπαντῶντας͵ ἆρ΄ ἂν ὑμῖν ὀκνῆσαι δοκοῦσιν ἐν γραμματειδίῳ τὰ ψευδῆ μαρτυρεῖν ἀλλήλοις οἱ κεκοινωνηκότες τοσαύτης καὶ τοιαύτης φιλαπεχθημοσύνης καὶ πονηρίας καὶ ἀναιδείας καὶ ὕβρεως; πάντα γὰρ ταῦτ΄ ἔμοιγ΄ ἐν τοῖς ὑπὸ τούτων πραττο μένοις ἐνεῖναι δοκεῖ. Kαίτοι καὶ τούτων ἕτερ΄ ἐστὶν πεπραγ-