Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/365

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
355
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


τελευτῶντες δὲ καὶ αὐτοὶ οὗτοι ἑαυτούς. Ἐπειδὴ δ΄ οὖν ποτ΄ ἀπεῖπον καὶ ἐνεπλήσθησαν ταῦτα ποιοῦντες͵ προκαλοῦνται ἐπὶ διακρούσει καὶ τῷ μὴ σημανθῆναι τοὺς ἐχίνους ἐθέλειν ἐκδοῦναι περὶ τῶν πληγῶν παῖδας͵ ὀνόματα γράψαντες. Kαὶ νῦν οἶμαι περὶ τοῦτ΄ ἔσεσθαι τοὺς πολλοὺς τῶν λόγων αὐτοῖς. Ἐγὼ δ΄ οἶμαι δεῖν πάντας ὑμᾶς ἐκεῖνο σκοπεῖν͵ ὅτι οὗτοι͵ εἰ τοῦ γενέσθαι τὴν βάσανον ἕνεκα προὐκαλοῦντο καὶ ἐπίστευον τῷ δικαίῳ τούτῳ͵ οὐκ ἂν ἤδη τῆς διαίτης ἀποφαι νομένης͵ νυκτός͵ οὐδεμιᾶς ὑπολοίπου σκήψεως οὔσης͵ 28 προὐκαλοῦντο͵ ἀλλὰ πρῶτον μὲν πρὸ τοῦ τὴν δίκην ληχθῆναι͵ ἡνίκ΄ ἀσθενῶν ἐγὼ κατεκείμην͵ καὶ οὐκ εἰδὼς εἰ περιφεύξομαι͵ πρὸς ἅπαντας τοὺς εἰσιόντας τοῦτον ἀπέφαινον τὸν πρῶτον πατάξαντα καὶ τὰ πλεῖσθ΄ ὧν ὑβρίσμην διαπεπραγμέ νον͵ τότ΄ ἂν εὐθέως ἧκεν ἔχων μάρτυρας πολλοὺς ἐπὶ τὴν οἰκίαν͵ τότ΄ ἂν τοὺς οἰκέτας παρεδίδου καὶ τῶν ἐξ Ἀρείου πάγου τινὰς παρεκάλει· εἰ γὰρ ἀπέθανον͵ παρ΄ ἐκείνοις ἂν 29 ἦν ἡ δίκη. Eἰ δ΄ ἄρ΄ ἠγνόησε ταῦτα͵ καὶ τοῦτο τὸ δίκαιον ἔχων͵ ὡς νῦν φήσει͵ οὐ παρεσκευάσατ΄ ὑπὲρ τηλικούτου κινδύνου͵ ἐπειδή γ΄ ἀνεστηκὼς ἤδη προσεκαλεσάμην αὐτόν͵ ἐν τῇ πρώτῃ συνόδῳ πρὸς τῷ διαιτητῇ πα-