Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/362

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
352
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


καὶ ἐλωποδύτει. εἰ δὲ μὴ κατὰ τούτους προειλόμεθ΄ ἡμεῖς δίκην λαμβάνειν͵ ἡμεῖς μὲν ἀπράγμονες καὶ μέτριοι φαινοίμεθ΄ ἂν εἰκότως͵ 25 οὗτος δ΄ ὁμοίως πονηρός. Kαὶ μὴν εἰ παθεῖν τί μοι συνέβη͵ φόνου καὶ τῶν δεινοτάτων ἂν ἦν ὑπόδικος. Tὸν γοῦν τῆς Βραυρωνόθεν ἱερείας πατέρ΄ ὁμολογουμένως οὐχ ἁψάμενον τοῦ τελευτήσαντος͵ ὅτι τῷ πατάξαντι τύπτειν παρεκελεύσατο͵ ἐξέβαλεν ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου͵ δικαίως· εἰ γὰρ οἱ παρόντες ἀντὶ τοῦ κωλύειν τοὺς ἢ δι΄ οἶνον ἢ δι΄ ὀργὴν ἤ τιν΄ ἄλλην αἰτίαν ἐξαμαρτάνειν ἐπιχειροῦντας αὐτοὶ παροξυνοῦσιν͵ οὐδεμί΄ ἐστὶν ἐλπὶς σωτηρίας τῷ περιπίπτοντι τοῖς ἀσελγαίνουσιν͵ ἀλλ΄ ἕως ἂν ἀπείπωσιν͵ ὑβρίζεσθαι ὑπάρξει· ὅπερ ἐμοὶ συνέβη.

Ἃ τοίνυν͵ ὅθ΄ ἡ δίαιτα ἐγίγνετο͵ ἐποίουν͵ βούλομαι πρὸς ὑμᾶς εἰπεῖν· καὶ γὰρ ἐκ τούτων τὴν ἀσέλγειαν θεάσεσθ΄ αὐτῶν. Ἐποίησαν μὲν γὰρ ἔξω μέσων νυκτῶν τὴν ὥραν͵ οὔτε τὰς μαρτυρίας ἀναγιγνώσκειν ἐθέλοντες οὔτ΄ ἀντίγραφα διδόναι͵ τῶν τε παρόντων ἡμῖν καθ΄ ἕν΄ οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες͵ καὶ γράφοντες μαρτυρίας οὐδὲν πρὸς τὸ πρᾶγμα͵ ἀλλ΄ ἐξ ἑταίρας εἶναι παιδίον αὐτῷ καὶ τοῦτο πεπονθέναι τὰ καὶ τά͵ ἃ μὰ τοὺς θεούς͵ ἄνδρες δικασταί͵ οὐδεὶς ὅστις οὐκ ἐπετίμα τῶν παρόντων καὶ ἐμίσει