Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/36

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
26
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.


πόλεμον. Οὔκουν ὁ πολλὰ κεκτημένος, οὗτος, ὅστις ἂν ᾖ, πόλλ’εἰς ταῦτα συντελεῖ ; Πᾶσ’ἀνάγκη. Καὶ μὴν ὅτι δεῖ τὴν εὐπορίαν εἰς ταῦθ’ὑπάρχειν πλείστην τῇ πόλει, πάντες ἂν ὁμολογήσειαν παρὰ μὲν γὰρ τὰς ἐπὶ τῶν χορηγιῶν δαπάνας ἡμέρας μέρος μικρὸν ἡ χάρις τοῖς θεωμένοις ἡμῶν, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει Ὥσθ’ὅσον ἐνθάδ’ἀφίετε, ἐκεῖ κομίζεσθε, καὶ δίδοτ’ἐν τιμῆς μέρει ταῦθ’ἃ καὶ μὴ λαβοῦσιν ἔστιν ἔχειν τοῖς τοῦ τριηραρχεῖν ἄξια κεκτημένοις Ἀλλὰ μὴν ὅτι τῶν τριηραρχιῶν οὐδείς ἐστ’ἀτελής, οἶμαι μὲν ὑμᾶς εἰδέναι πάντας, ὅμως δὲ καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνώσεται Λαβὲ τὸν περὶ τῶν τριηραρχιῶν νόμον καὶ λέγε τοῦτ’αὐτόίζ Λέγε

ΝΟΜΟΣ.

Ἀτελῆ δὲ μηδένα εἶναι τριηραρχίας πλὴν τῶν ἐννέα ἀρχόντων

Ὁρᾶθ’ὡς σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέν’εἶναι τριηραρχίας ἀτελῆ διείρηκεν ὁ νόμος πλὴν τῶν ἐννέ’ἀρχόντων Οὐκοῦν οἱ μὲν ἐλάττω κεκτημένοι τοῦ τριηραρχίας ἄξια ἔχειν ἐν ταῖς εἰσφοραῖς συντελοῦσιν εἰς τὸν πόλεμον, οἱ δ’ἐφικνούμενοι τοῦ τριηραρχεῖν εἰς ἀμφότερ’ὑμῖν ὑπάρξουσι χρήσιμοι, καὶ τριηραρχεῖν,