Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/358

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
348
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


τοιούτων ἀμύνηται μηδενί͵ ἀλλὰ τὴν ἐκ τοῦ νόμου δίκην ἀναμένῃ. τραύματος πάλιν εἰσὶν γραφαὶ τοῦ μὴ τιτρωσκομένων τινῶν φόνους γίγνεσθαι. Tὸ φαυλότατον͵ οἶμαι͵ τὸ τῆς λοιδορίας͵ πρὸ τοῦ τελευταίου καὶ δεινοτάτου προεώραται͵ τοῦ μὴ φόνον γίγνεσθαι͵ μηδὲ κατὰ μικρὸν ὑπάγεσθαι ἐκ μὲν λοιδορίας εἰς πληγάς͵ ἐκ δὲ πληγῶν εἰς τραύματα͵ ἐκ δὲ τραυμάτων εἰς θάνατον͵ ἀλλ΄ ἐν τοῖς νόμοις εἶναι τούτων ἑκάστου τὴν δίκην͵ μὴ τῇ τοῦ προστυχόντος ὀργῇ μηδὲ βουλήσει ταῦτα κρίνεσθαι. Eἶτ΄ ἐν μὲν τοῖς νόμοις οὕτως· ἂν δ΄ εἴπῃ Κόνων ἰθύφαλλοί τινές ἐσμεν ἡμεῖς συνειλεγμένοι͵ καὶ ἐρῶντες οὓς ἂν ἡμῖν δόξῃ παίομεν καὶ ἄγχομεν͵ εἶτα γελά σαντες ὑμεῖς ἀφήσετε; οὐκ οἴομαί γε. Oὐ γὰρ ἂν γέλως ὑμῶν ἔλαβεν οὐδένα͵ εἰ παρὼν ἐτύγχανεν ἡνίχ΄ εἱλκόμην καὶ ἐξεδυόμην καὶ ὑβριζόμην͵ καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε͵ ἐξεπεπηδήκει δὲ μετὰ ταῦθ΄ ἡ μήτηρ͵ καὶ κραυγὴ καὶ βοὴ τῶν γυναικῶν τοσαύτη παρ΄ ἡμῖν ἦν ὡσπερανεὶ τεθνεῶτός τινος͵ ὥστε τῶν γειτόνων τινὰς πέμψαι 21 πρὸς ἡμᾶς ἐρησομένους ὅ τι ἐστὶν τὸ συμβεβηκός.

Ὅλως δ΄͵ ὦ ἄνδρες δικασταί͵ δίκαιον μὲν οὐδενὶ δήπου σκῆψιν οὐδεμίαν τοιαύτην οὐδ΄ ἄδειαν ὑπάρχειν παρ΄ ὑμῖν͵ δι΄ ἣν ὑβρίζειν ἐξέσται· εἰ δ΄ ἄρ΄ ἐστίν τῳ͵ τοῖς δι΄ ἡλικίαν τούτων τι πράτ-