Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/357

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
347
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


τις ἄν ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιά σηται͵ τοιοῦτος νομισθήσεται͵ τοῦ δὲ καθ΄ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδ΄ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος. Ἡμεῖς γὰρ οὔτε παροινοῦντες οὔθ΄ ὑβρίζοντες ὑπ΄ οὐδενὸς ἀνθρώπων ἑωράμεθα͵ οὐδ΄ ἄγνωμον οὐδὲν ἡγούμεθα ποιεῖν͵ εἰ περὶ ὧν ἠδικήμεθ΄ ἀξιοῦμεν κατὰ τοὺς νόμους δίκην λαβεῖν. Ἰθυφάλλοις δὲ καὶ αὐτοληκύθοις συγχωροῦμεν εἶναι τοῖς υἱέσι τοῖς τούτου͵ καὶ ἔγωγ΄ εὔχομαι τοῖς θεοῖς εἰς Κόνωνα καὶ τοὺς υἱεῖς τοὺς τούτου καὶ ταῦτα καὶ τὰ τοιαῦθ΄ ἅπαντα τρέπεσθαι. Oὗτοι γάρ εἰσιν οἱ τελοῦντες ἀλλήλους τῷ ἰθυφάλλῳ͵ καὶ τοιαῦτα ποιοῦντες ἃ πολλὴν αἰσχύνην ἔχει καὶ λέγειν͵ μή τί γε δὴ ποιεῖν ἀνθρώπους μετρίους. ἀλλὰ τί ταῦτ΄ ἐμοί ;

Θαυμάζω γὰρ ἔγωγε͵ εἴ τίς ἐστιν πρόφασις παρ΄ ὑμῖν ἢ σκῆψις ηὑρημένη δι΄ ἥν͵ ἂν ὑβρίζων τις ἐξελέγχηται καὶ τύπτων͵ δίκην οὐ δώσει. Oἱ μὲν γὰρ νόμοι πολὺ τἀναντία καὶ τὰς ἀναγκαίας προφάσεις͵ ὅπως μὴ μείζους γίγνωνται͵ προείδοντο͵ οἷον (ἀνάγκη γάρ μοι ταῦτα καὶ ζητεῖν καὶ πυνθάνεσθαι διὰ τοῦτον γέγονεν) εἰσὶ κακηγορίας δίκαι· φασὶ τοίνυν ταύτας διὰ τοῦτο γίγνεσθαι͵ ἵνα μὴ λοιδορούμενοι τύπτειν ἀλλήλους προάγωνται. πάλιν αἰκείας εἰσί· καὶ ταύτας ἀκούω διὰ τοῦτ΄ εἶναι τὰς δίκας͵ ἵνα μηδείς͵ ὅταν ἥττων ᾖ͵ λίθῳ ή τῶν