Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/354

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
344
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.
ΜΑΡΤΥΡΙΑΙ

Ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς͵ ἀλλ΄ εἰς πᾶν ἐλθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολὺ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα͵ πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. Oἴομαι δ΄ ὑμῶν ἐνίους θαυμάζειν͵ τί ποτ΄ ἐστὶν ἃ πρὸς ταῦτα τολ μήσει Κόνων λέγειν. Bούλομαι δὴ προειπεῖν ὑμῖν ἁγὼ πέπυσμαι λέγειν αὐτὸν παρεσκευάσθαι͵ ἀπὸ τῆς ὕβρεως καὶ τῶν πεπραγμένων τὸ πρᾶγμ΄ ἄγοντ΄ εἰς γέλωτα καὶ σκώμματ΄ ἐμβαλεῖν πειράσεσθαι͵ καὶ ἐρεῖν ὡς εἰσὶν ἐν τῇ πόλει πολλοί͵ καλῶν κἀγαθῶν ἀνδρῶν υἱεῖς͵ οἳ παίζοντες οἷ΄ ἄνθρωποι νέοι σφίσιν αὐτοῖς ἐπωνυμίας πεποίηνται͵ καὶ καλοῦσι τοὺς μὲν ἰθυφάλλους͵ τοὺς δ΄ αὐτοληκύθους͵ ἐρῶσι δ΄ ἐκ τούτων ἑταιρῶν τινές͵ καὶ δὴ καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ εἶναι τούτων ἕνα͵ καὶ πολλάκις περὶ ἑταίρας καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς͵ καὶ ταῦτ΄ εἶναι νέων ἀνθρώπων. Ἡμᾶς δὲ πάντας τοὺς ἀδελφοὺς παροίνους μέν τινας καὶ ὑβριστὰς κατασκευάσει͵ ἀγνώμονας δὲ καὶ πικρούς.

Έγὼ δ΄͵ ὦ ἄνδρες δικασταί͵ χαλεπῶς ἐφ΄ οἷς πέπονθα ἐνηνοχώς͵ οὐχ ἧττον τοῦτ΄ ἀγανακτήσαιμ΄ ἂν καὶ ὑβρίσθαι νομίσαιμι͵ εἰ οἷόν τ΄ εἰπεῖν͵ εἰ ταῦτ΄ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν͵ καὶ τοσαύτη τις ἄγνοια παρ΄ ὑμῖν ἐστιν͵ ὥσθ΄͵ ὁποῖος