Ouvrir le menu principal

Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/350

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
340
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


χεῖλος διακόψαι͵ τοὺς δ΄ ὀφθαλμοὺς συγκλεῖσαι· οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον͵ ὥστε μήτ΄ ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. Kείμενος δ΄ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ 9 λεγόντων. Kαὶ τὰ μὲν ἄλλα καὶ βλασφημίαν ἔχει τινὰ καὶ ὀνομάζειν ὀκνήσαιμ΄ ἂν ἐν ὑμῖν ἔνια͵ ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον τοῦ πᾶν τὸ πρᾶγμ΄ ὑπὸ τούτου γεγενῆσθαι͵ τοῦθ΄ ὑμῖν ἐρῶ· ᾖδε γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας͵ οἱ δὲ κροτεῖν τοῖς ἀγκῶσιν αὐτὸν ἠξίουν ἀντὶ πτερύγων τὰς πλευράς. Kαὶ μετὰ ταῦτ΄ ἐγὼ μὲν ἀπεκομίσθην ὑπὸ τῶν παρατυχόντων γυμνός͵ οὗτοι δ΄ ᾤχοντο θοἰμάτιον λαβόντες μου. Ὡς δ΄ ἐπὶ τὴν θύραν ἦλθον͵ κραυγὴ καὶ βοὴ τῆς μητρὸς καὶ τῶν θεραπαινίδων ἦν͵ καὶ μόγις ποτ΄ εἰς βαλανεῖον ἐνεγκόντες με καὶ περιπλύναντες ἔδειξαν τοῖς ἰατροῖς. Ὡς οὖν ταῦτ΄ ἀληθῆ λέγω͵ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.

ΜΑΡΤΥΡΕΣ

Συνέβη τοίνυν͵ ὦ ἄνδρες δικασταί͵ καὶ Εὐξίθεον τουτονὶ τὸν Χολλῄδην͵ ὄνθ΄ ἡμῖν συγγενῆ͵ καὶ Μειδίαν μετὰ τούτου ἀπὸ δείπνου ποθὲν ἀπιόντας περιτυχεῖν πλησίον ὄντι μοι τῆς οἰκίας ἤδη͵ καὶ εἴς τε τὸ βαλανεῖον φερομένῳ παρα κολουθῆσαι͵ καὶ ἰατρὸν ἄγουσιν παραγενέσθαι. Oὕτω δ΄ εἶχον ἀσθενῶς ὥστε͵ ἵνα μὴ μακρὰν φεροίμην οἴκαδ΄ ἐκ τοῦ βαλανείου͵