Ouvrir le menu principal

Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/346

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
336
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτοὺς οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον͵ ἀλλὰ καὶ περὶ ὧν ὅλως ἐποίουν ἐν τῷ στρατοπέδῳ͵ τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι͵ ὥστ΄ ἐπειδὴ θᾶττον συνεσκότασεν͵ εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ͵ καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον͵ τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοί͵ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων στρατιωτῶν τινάς͵ οἵπερ ἐκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδ΄ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τουτωνί. 6 τοῦ δὲ πράγματος εἰς τοῦτο προελθόντος͵ ὡς δεῦρ΄ ἐπανήλθομεν͵ ἦν ἡμῖν͵ οἷον εἰκός͵ ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους. Μὰ τοὺς θεοὺς οὐ μὴν ἔγωγ΄ ᾠόμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων οὐδένα͵ ἀλλ΄ ἐκεῖν΄ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν τοῖς τοιούτοις.

Πρῶτον μὲν οὖν τούτων ὧν εἴρηκα βούλομαι τὰς μαρτυρίας παρασχόμενος͵ μετὰ ταῦθ΄ οἷ΄ ὑπ΄ αὐτοῦ τούτου πέπονθ΄ ἐπιδεῖξαι͵ ἵν΄ εἰδῆθ΄ ὅτι ᾧ προσῆκεν τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν͵ οὗτος αὐτὸς πρότερος πολλῷ δεινότερ΄ εἴργασται.