Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/345

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
335
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


μὲν εὐνοϊκῶς ἀκοῦσαί μου περὶ ὧν πέπονθα λέ γοντος͵ εἶτα͵ ἐὰν ἠδικῆσθαι καὶ παρανενομῆσθαι δοκῶ͵ βοηθῆσαί μοι τὰ δίκαια. Ἐξ ἀρχῆς δ΄ ὡς ἕκαστα πέπρακται διηγήσομαι πρὸς ὑμᾶς͵ ὡς ἂν οἷός τ΄ ὦ διὰ βραχυτάτων

Ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης .Ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν͵ ὡς οὐκ ἂν ἐβουλόμην· ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματ΄ ἐκεῖθεν ἡμῖν συνέβη· ἐξ ὧν δέ͵ ἀκούσεσθε. Ἔπινον ἑκάστοθ΄ οὗτοι τὴν ἡμέραν͵ ἐπειδὴ τάχιστ΄ ἀριστήσαιεν͵ ὅλην͵ καὶ τοῦθ΄͵ ἕως περ ἦμεν ἐν τῇ φρουρᾷ͵ διετέλουν ποιοῦντες. Ἡμεῖς δ΄ ὥσπερ ἐνθάδ΄ εἰώθειμεν͵ οὕτω διήγομεν καὶ ἔξω. Ἣν οὖν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι͵ ταύτην ἂν ἤδη ἐπαρῴνουν οὗτοι͵ τὰ μὲν πόλλ΄ εἰς τοὺς παῖδας ἡμῶν τοὺς ἀκολούθους͵ τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. Φήσαντες γὰρ καπνίζειν αὑτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν͵ ὅ τι τύχοιεν͵ ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυον καὶ προσεούρουν͵ καὶ ἀσελγείας καὶ ὕβρεως οὐδ΄ ὁτιοῦν ἀπέλειπον. Ὁρῶντες δ΄ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα͵ ὡς δ΄ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο͵ τῷ στρατηγῷ τὸ πρᾶγμ΄ εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες͵ οὐκ ἐγὼ τῶν ἄλλων ἔξω. Λοιδορηθέντος δ΄