Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/20

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
10
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.

Εἰ τοίνυν τις ἐάσας ταῦτ’αὐτὸ καθ’αὕτ’ἐξετάσειεν, πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρειᾶς, ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι, ἢ διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδ’ἂν ἄξιόν τιν’εἰδῆτ’ἐξεῖναι τιμῆσαι, εὕροιτ’ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν Διὰ τί ; Ὅτι ἐκ μὲν τοῦ πλείονας ἢ προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθ’ὑμᾶς, ἐκ δὲ τοῦ μηδενὶ μηδέν, μηδ’ἂν ἄξιος ᾖ, διδόναι, πάντας ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι Πρὸς δὲ τούτῳ καὶ δι’ἐκεῖνο, ὅτι οἱ μὲν ἀνάξιόν τινα τιμήσαντες εὐηθείας τινὰ δόξαν ἔχοιεν ἄν, οἱ δὲ τοὺς ἀγαθόν τι ποιοῦντας ἑαυτοὺς μὴ τοῖς ὁμοίοις ἀμειβόμενοι, κακίας. Ὅσῳ δὴ κρεῖττον εὐήθη δοκεῖν ἢ πονηρὸν εἶναι, τοσούτῳ λῦσαι τὸν νόμον κάλλιον ἢ θέσθαι Οὐ τοίνυν ἔμοιγε οὐδ’ἐκεῖν’εὔλογον, ὦ ἄνδρες Ἀθηναῖοι, σκοπουμένῳ φαίνεται, καταμεμφόμενόν τινας ἐπὶ ταῖς ὑπαρχούσαις δωρειαῖς τοὺς χρησίμους ὄντας τῶν τιμῶν ἀποστερεῖν. Εἰ γὰρ ὑπαρχουσῶν τούτων φαῦλοι καὶ ἀνάξιοί τινες κατὰ τὸν τούτων λόγον εἰσίν, τί χρὴ προσδοκᾶν ἔσεσθαι τότε, ὅταν παντελῶς μηδὲ πλέον μέλλῃ μηδὲν εἶναι τοῖς χρηστοῖς οὖσιν ;