Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/115

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
105
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.
ΝΟΜΟΣ.

Καλῶς· κατάθες. Γράψας « Ὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσι, » « Μηδέν' εἶναι » προσέγραψεν « Ἀτελῆ πλὴν τῶν ἀφ' Ἁρμοδίου καὶ Ἀριστογείτονος. » Τίνος ἕνεκα, εἴ γε τὸ τῶν ἱερῶν τέλος ἐστὶ λῃτουργεῖν; Αὐτὸς γὰρ οὑτωσὶ τἀναντία τῇ στήλῃ γεγραφώς, ἂν τοῦτο λέγῃ, φανήσεται. Ἡδέως δ' ἂν ἔγωγ' ἐροίμην Λεπτίνην· τίνος αὐτοῖς τὴν ἀτέλειαν ἢ σὺ νῦν καταλείπειν φήσεις ἢ ἐκείνους τότε δοῦναι, τὰς λῃτουργίας ὅταν εἶναι φῇς ἱερῶν; Τῶν μὲν γὰρ εἰς τὸν πόλεμον πασῶν εἰσφορῶν καὶ τριηραρχιῶν ἐκ τῶν παλαιῶν νόμων οὐκ εἴσ' ἀτελεῖς· τῶν δὲ λῃτουργιῶν, εἴπερ εἴσ' ἱερῶν, οὐδ' ἔχουσιν. Ἀλλὰ μὴν γέγραπταί γ' ἀτελεῖς αὐτοὺς εἶναι. Τίνος; Ἢ τοῦ μετοικίου; Τοῦτο γὰρ λοιπόν. Οὐ δήπου, ἀλλὰ τῶν ἐγκυκλίων λῃτουργιῶν, ὡς ἥ τε στήλη δηλοῖ καὶ σὺ προσδιώρισας ἐν τῷ νόμῳ καὶ μαρτυρεῖ πᾶς ὁ πρὸ τοῦ χρόνος γεγονώς, ἐν ᾧ τοσούτῳ τὸ πλῆθος ὄντι οὔτε φυλὴ πώποτ' ἐνεγκεῖν ἐτόλμησεν οὐδεμί' οὐδένα τῶν ἀπ' ἐκείνων