Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 3.djvu/32

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
20 περὶ τῶν πρ. Ἀλέξ. Συνθ. λογ.


καὶ στρατηγὸν ἐπ’αὐταῖς ἐτάξατε Μενεσθέα Πῶς οὖν οὐκ ἄτοπον τοσαῦτα μὲν εἶναι καὶ τηλικαῦτα τὰ ἡμαρτημέν’ἑτέροις, τοὺς δ’ἐνταῦθα φίλους αὐτῶν μὴ ἐκείνους ἀποτρέπειν τοὺς παραβαίνοντας, ἀλλ’ὑμῖν συμβουλεύειν ἐμμένειν τοῖς οὕτως ὠλιγωρημένοις ; Ὥσπερ καὶ τούτου προσγεγραμμένου, τοῖς μὲν ἐξεῖναι πλημμελεῖν, τοῖς δὲ μηδ’ἀμύνεσθαι Πῶς δ’οὐχ ἅμα τε παρενόμουν ἐκεῖνοι καὶ ἀναίσθητοι ἦσαν, οἵ γε τηλικοῦτον παρέβησαν τῶν ὅρκων, ὃ παρ’ἐλάχιστον ἐποίησεν αὐτοὺς ἀφαιρεθῆναι δικαίως τὴν κατὰ θάλατταν ἡγεμονίαν ; Καὶ νῦν ἔτι παραδεδώκασι τοῦτο τὸ δίκαιον ἀνεγκλήτως ἡμῖν, ὅταν βουληθῶμεν πράττειν· οὐ γὰρ ὅτι ἐπαύσαντ’ἐξαμαρτάνοντες, ἧττόν τι δήπου παραβεβήκασι τὰς κοινὰς ὁμολογίας Ἀλλ’εὐτυχοῦσιν, ὅτι ἐναποχρῶνται τῇ ὑμετέρᾳ ῥᾳθυμίᾳ τῇ οὐδὲ τῶν δικαίων ἀπολαύειν προαιρουμένῃ. Ὃ καὶ ὑβριστικώτατον συμβέβηκεν, εἰ οἱ μὲν ἄλλοι Ἕλληνες καὶ βάρβαροι ἅπαντες τὴν πρὸς ὑμᾶς ἔχθραν φοβοῦνται, οὗτοι δ’οἱ νεόπλουτοι μόνοι καταφρονεῖν ὑμᾶς ὑμῶν αὐτῶν ἀναγκάζουσι, τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι, ὥσπερ ἐν Ἀβδηρίταις ἢ Μαρωνείταις,