Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 3.djvu/19

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
8 περὶ τῶν πρ. Ἀλέξ. Συνθ. λογ.


κοινῆς εἰρήνης ἔξεστιν ἰδεῖν ἤδη, τίνες εἰσὶν οἱ παραβεβηκότες. Ὡς δὲ περὶ μεγάλων συντόμως διδάξω

Εἰ δή τις ἐρωτήσειεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστ' ἀγανακτήσαιτ' εἴ τις ἀναγκάζοι, οἶμαι ἄν, εἰ ἦσαν κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο κατάγειν αὐτοὺς δευρί, ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα πάντα κίνδυνον ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι, ἢ πεισθέντας γε δουλεύειν ἀντὶ τῶν ἀργυρωνήτων, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τὸν μὲν οἰκέτην οὐδεὶς ἂν ἑκὼν ἀποκτείνειε, τοὺς δὲ τυραννουμένους ἀκρίτους ἔστιν ὁρᾶν ἀπολλυμένους ἅμα καὶ ὑβριζομένους εἰς παῖδας καὶ γυναῖκας

Παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς Μεσσήνην καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας τυράννους, ἆρ' ἐφρόντισε τοῦ δικαίου, ἀλλ' οὐκ ἐχρήσατο τῷ αὑτοῦ ἤθει τῷ τυραννικῷ, βραχὺ φροντίσας ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας ; Οὐ δὴ δεῖ, εἰ μέν τις ὑμᾶς ταῦτα βιάζοιτο, μάλιστ' ἀγανακτῆσαι, εἰ δ' ἑτέρωθί που γέγονε παρὰ τοὺς πρὸς ὑμᾶς ὅρκους, μὴ φυλάξασθαι, καὶ ἡμῖν μὲν