Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 10.djvu/94

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
_________


ΔΗΜΟΣΘΕΝΟΥΣ


Ο ΠΡΟΣ ΝΙΚΟΣΤΡΑΤΟΝ ΠΕΡΙ


ΛΟΓΟΣ


______


τι μὲν οὐ συκοφαντῶν, ἀλλ’ἀδικούμενος καὶ ὑβριζόμενος ὑπὸ τούτων καὶ οἰόμενος δεῖν τιμωρεῖσθαι τὴν ἀπογραφὴν ἐποιησάμην, μέγιστον ὑμῖν ἔστω τεκμήριον, ὦ ἄνδρες δικασταί, τό τε μέγεθος τῆς ἀπογραφῆς, καὶ ὅτι αὐτὸς ἐγὼ ἀπέγραψα. Οὐ γὰρ δήπου συκοφαντεῖν γε βουλόμενος ἀπέγραψα μὲν ἂν πένθ’ἡμιμναίων ἄξια ἀνδράποδα, ὡς αὐτὸς ὁ ἀμφισβητῶν τετίμηται αὐτά, ἐκινδύνευον δ’ἂν περί τε χιλίων δραχμῶν καὶ τοῦ μηδέποτε μηδένα αὖθις ὑπὲρ ἐμαυτοῦ γράψασθαι οὐδ’αὖ οὕτως ἄπορος ἦν οὐδ’ἄφιλος ὥστε οὐκ ἂν ἐξευρεῖν τὸν ἀπογράψοντα· ἀλλὰ τῶν ἐν ἀνθρώποις ἁπάντων ἡγησάμενος δεινότατον εἶναι ἀδι κεῖσθαι μὲν αὐτός, ἕτερον δ’ὑπὲρ ἐμοῦ τοῦ ἀδικουμένου τοὔνομα παρέχειν, καὶ εἶναι ἄν τι τούτοις τοῦτο τεκμήριον, ὁπότε ἐγὼ λέγοιμι τὴν