Page:Démosthène - Œuvres complètes, Auger, 1819, tome 1.djvu/396

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
380
ΚΑΤΑ ΦΙΛ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ.


τούτων, ἀλλ’ἀεί τι προσπεριβάλλεται καὶ κύκλῳ πανταχῇ μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται

Πότ’οὖν, ὦ ἄνδρες ᾿Αθηναῖοι, πόθ’ἃ χρὴ πράξετε ; Ἐπειδὰν τί γένηται ; Ἐπειδὰν νὴ Δί’ἀνάγκη τις ᾖ. Νῦν δὲ τί χρὴ τὰ γιγνόμεν’ἡγεῖσθαι ; Ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι. ἢ βούλεσθε, εἰπέ μοι, περιιόντες αὑτῶν (*)[1] πυνθάνεσθαι,’Λέγεταί τι καινόν ;’Γένοιτο γὰρ ἄν τι καινότερον ἢ Μακεδὼν ἀνὴρ ᾿Αθηναίους καταπολεμῶν καὶ τὰ τῶν ῾Ελλήνων διοικῶν ;’Τέθνηκε Φίλιππος ;’'Οὐ μὰ Δί’, ἀλλ’ἀσθενεῖ Τί δ’ὑμῖν διαφέρει ; Καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε, ἄνπερ οὕτω προσέχητε τοῖς πράγμασι τὸν νοῦν· οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν Καί τοι καὶ τοῦτων εἴ τι πάθοι, καὶ τὰ τῆς τύχης ἡμῖν, ἥπερ ξη, (ήωερ (**)[2], ἀεὶ βέλτιον ἢ ἡμεῖς ἡμῶν αὐτῶν ἐπιμελούμεθα, καὶ τοῦτ’ἐξεργάσαιτο, ἴσθ’ὅτι πλησίον μὲν ὄντες, ἅπασιν ἂν τοῖς πράγμασιν τεταραγμένοις ἐπιστάντες ὅπως βούλεσθε διοικήσαισθε, ὡς δὲ νῦν ἔχετε, οὐδὲ διδόντων τῶν καιρῶν ᾿Αμφίπολιν δέξασθαι δύναισθ’ἄν, ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις.

  1. (*) αύτύ, dans quelques éditions.
  2. (**) ή γάρ, dans quelques éditions.