Page:Démosthène - Œuvres complètes, Auger, 1819, tome 1.djvu/392

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
376
ΚΑΤΑ ΦΙΛ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ.


οἴεται, λογισάσθω μέντοι τοῦθ’, ὅτι εἴχομέν ποθ’ἡμεῖς, ὦ ἄνδρες ᾿Αθηναῖοι, Πύδναν καὶ Ποτείδαιαν καὶ Μεθώνην καὶ πάντα τὸν τόπον τοῦτον οἰκεῖον κύκλῳ, καὶ πολλὰ τῶν μετ’ἐκείνου νῦν ὄντων ἐθνῶν αὐτονομούμενα κἀλεύθερ’ὑπῆρχε, καὶ μᾶλλον ἡμῖν ἐβούλετ’ἔχειν οἰκείως ἢ’κείνῳ Εἰ τοίνυν ὁ Φίλιππος τότε ταύτην ἔσχε τὴν γνώμην, ὡς χαλεπὸν πολεμεῖν ἐστιν ᾿Αθηναίοις ἔχουσι τοσαῦτ’ἐπιτειχίσματα τῆς αὑτοῦ χώρας ἔρημον ὄντα συμμάχων, οὐδὲν ἂν ὧν νυνὶ πεποίηκεν ἔπραξεν οὐδὲ τοσαύτην ἐκτήσατο δύναμιν. Ἀλλ’εἶδεν, ὦ ἄνδρες ᾿Αθηναῖοι, τοῦτο καλῶς ἐκεῖνος, ὅτι ταῦτα μέν ἐστιν ἅπαντα τὰ χωρί’ἆθλα τοῦ πολέμου κείμεν’ἐν μέσῳ, φύσει δ’ὑπάρχει τοῖς παροῦσι τὰ τῶν ἀπόντων, καὶ τοῖς ἐθέλουσι πονεῖν καὶ κινδυνεύειν τὰ τῶν ἀμελούντων καὶ γάρ τοι ταύτῃ χρησάμενος τῇ γνώμῃ πάντα κατέστραπται καὶ ἔχει, τὰ μὲν ὡς ἂν ἑλών τις ἔχοι πολέμῳ (*)[1], τὰ δὲ σύμμαχα καὶ φίλα ποιησάμενος· καὶ γὰρ συμμαχεῖν καὶ προσέχειν τὸν νοῦν τούτοις ἐθέλουσιν ἅπαντες, οὓς ἂν ὁρῶσι παρεσκευασμένους καὶ πράττειν ἐθέλοντας ἃ χρή.

  1. (*) πολέμω νόμω, dans quelques éditions.