Page:Démosthène - Œuvres complètes, Auger, 1819, tome 1.djvu/391

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
375
ΚΑΤΑ ΦΙΛ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ.


ὑπάρχει. Τί οὖν ἐστι τοῦτο ; Ὅτι οὐδέν, ὦ ἄνδρες ᾿Αθηναῖοι, τῶν δεόντων ποιούντων ὑμῶν κακῶς τὰ πράγματ’ἔχει· ἐπεί τοι, εἰ πάνθ’ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδ’ἂν ἐλπὶς ἦν αὐτὰ βελτίω γενέσθαι. Ἔπειτα ἐνθυμητέον καὶ παρ’ἄλλων ἀκούουσι καὶ τοῖς εἰδόσιν αὐτοῖς ἀναμιμνῃσκομένοις, ἡλίκην ποτ’ἐχόντων δύναμιν Λακεδαιμονίων, ἐξ οὗ χρόνος οὐ πολύς, ὡς καλῶς καὶ προσηκόντως οὐδὲν ἀνάξιον ὑμεῖς ἐπράξατε τῆς πόλεως, ἀλλ’ὑπεμείναθ’ὑπὲρ τῶν δικαίων τὸν πρὸς ἐκείνους πόλεμον. Τίνος οὖν εἵνεκα ταῦτα λέγω ; Ἳν’εἰδῆτ’, ὦ ἄνδρες ᾿Αθηναῖοι, καὶ θεάσησθε, ὅτι οὐδὲν οὔτε φυλαττομένοις ὑμῖν ἐστιν φοβερόν, οὔτ’, ἂν ὀλιγωρῆτε, τοιοῦτον οἷον ἂν ὑμεῖς βούλοισθε, παραδείγμασι χρώμενοι τῇ τότε ῥώμῃ τῶν Λακεδαιμονίων, ἧς ἐκρατεῖτ’ἐκ τοῦ προσέχειν τοῖς πράγμασι τὸν νοῦν, καὶ τῇ νῦν ὕβρει τούτου, δι’ἣν ταραττόμεθ’ἐκ τοῦ μηδὲν φροντίζειν ὧν ἐχρῆν.

Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες ᾿Αθηναῖοι, δυσπολέμητον οἴεται τὸν Φίλιππον εἶναι, σκοπῶν τό τε πλῆθος τῆς ὑπαρχούσης αὐτῷ δυνάμεως καὶ τὸ τὰ χωρία πάντα ἀπολωλέναι τῇ πόλει, ὀρθῶς μὲν