Page:Argens - Julien l’Apostat - Deffense du paganisme par l’empereur Julien.djvu/87

Cette page n’a pas encore été corrigée
10
R É F L E X I O N S

σέως κοσμογένειαν ἀντιπαραβάλωμεν ἀλλήλαις. οὕτω γὰρ ἂν φανείη, τίς ὁ κρείττων καὶ τίς ἄξιος τοῦ θεοῦ μᾶλλον, ἆῤ ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων ἢ περὶ οὗ φησιν ἡ γραφή, ὅτι στόμα κατὰ στόμα ὁ θεὸς ἐλάλησεν αὐτῷ. ‘Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ εἶπεν ὁ θεός Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ θεὸς τὸ φῶς, ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία. καὶ εἶπεν ὁ θεός: Γενηθήτω