Page:Argens - Julien l’Apostat - Deffense du paganisme par l’empereur Julien.djvu/81

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
4
R E F L E X I O N S

τυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδέ, τὸ λεγόμενον, ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν παῤ αὐτοῖς ἀπολογήσωνται. ἄμεινον μὲν γὰρ οὕτω, καὶ σαφέστερον ἰδίαν μὲν ἐνστήσασθαι πραγματείαν, ὅταν τι τῶν παῤ ἡμῖν εὐθύνειν θέλωσιν, ἐν οἷς δὲ πρὸς τὰς παῤ ἡμῶν εὐθύνας ἀπολογοῦνται, μηδὲν ἀντικατηγορεῖν.

Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον, ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔννοια θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς Γαλιλαίων ὄντας αἱρέσεως, ἀνθ̓ ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παῤ ἐκείνοις, καὶ ἐπὶ τούτῳ, τί δή ποτε μηδ̓ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀπο-

ἀπο