Page:Ésope - Fables - Émile Chambry.djvu/351

Cette page n’a pas encore été corrigée
346
Χειμὼν καὶ ἔαρ.


Χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς, ἀλλ’ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιϐὰς νεὼς καὶ διαϐαίνων πέλαγος, ἂν τύχῃ, παρ’ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμϐρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. « Ἐγώ, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα. – Τοιγαροῦν, ἔφη τὸ ἔαρ, σοῦ μὲν κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται. »


347
Χελιδὼν καὶ δράκων.


Χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη· δράκων δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. Ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα ὑπερπαθῶς ἔστενεν. Ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης <ὅτι> οὐ μόνον αὐτὴν τέκνα ἀποϐαλεῖν συμϐέϐηκεν, ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν. »

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις χαλεπώτεραι γίνονται τοῖς