Page:Ésope - Fables - Émile Chambry.djvu/245

Cette page n’a pas encore été corrigée
218
Λύκοι καὶ πρόβατα καὶ κριός.


Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις εἰρήνην ποιῆσαι μετ᾿ αὐτῶν διηνεκῇ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι. Ἀλλά τις γέρων κριὸς εἶπεν· « Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι; »

Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι᾿ ὅρκων πεισθέντα.


219
Λύκος διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς καὶ λέων.


Λύκος πλανώμενος <ποτ᾿> ἐν ἐρήμοις τόποις,

κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος,

δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη·

« Λέοντ᾿ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν;

πλέθρου τ᾿ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς

πάντων δυνάστης ἀθρόων γενήσομαι; »

Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων

ἑλὼν κατήσθι᾿· ὁ δ᾿ ἐβόησε μετανοῶν·

« Οἴησις ἡμῖν πημάτων παραιτία. »


220
Λύκος καὶ αἴξ.


Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω