Page:Ésope - Fables - Émile Chambry.djvu/197

Cette page n’a pas encore été corrigée


Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ᾿ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.

165


Κόραξ καὶ ἀλώπηξ.


Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει, ἀποϐαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. Ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· « Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι. »

Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.

166


Κόραξ καὶ Ἑρμῆς.


Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιβανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. Σωθεὶς δὲ τῆς ὑποσχέσεως ἐπελάθετο. Αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ κάκιστον ζῷον, πῶς σοι πιστεύσω, ὅτι πρότερόν σου δεσπότην ἠδίκησας; »

Ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμενες γενόμενον ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς.

167


Κόραξ καὶ ὄφις.


Κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι