« Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/366 » : différence entre les versions

Aucun résumé des modifications
 
État de la page (Qualité des pages)État de la page (Qualité des pages)
-
Sans texte
+
Page corrigée
Contenu (par transclusion) :Contenu (par transclusion) :
Ligne 1 : Ligne 1 :

<section begin="GR"/>a<section end="GR"/>
<section begin="GR"/>{{tiret2|πα|ραδιδοὺς}} ἐφαίνετ΄ ἄν· ὧν οὐδὲν πέπρακται τούτῳ. Ὅτι δ΄ ἀληθῆ λέγω καὶ διακρούσεως ἕνεχ΄ ἡ πρόκλησις ἦν͵ λέγε ταύτην τὴν μαρτυρίαν· ἔσται γὰρ ἐκ ταύτης φανερόν.

{{c|ΜΑΡΤΥPIA}}

Περὶ μὲν τοίνυν τῆς βασάνου ταῦτα μέμνησθε͵ τὴν ὥραν ἡνίκα προὐκαλεῖτο͵ ὧν ἕνεκ΄ ἐκκρούων ταῦτ΄ ἐποίει͵ τοὺς χρόνους τοὺς πρώτους͵ ἐν οἷς οὐδαμοῦ τοῦτο βουληθεὶς τὸ δίκαιον αὑτῷ γενέσθαι φαίνεται͵ οὐδὲ προκαλεσάμενος͵ οὐδ΄ ἀξιώσας'''.''' Έπειδὴ τοίνυν ταὐτὰ πάντ΄ ἠλέγχεθ΄ ἅπερ καὶ νῦν͵ πρὸς τῷ διαιτητῇ͵ καὶ φανερῶς ἐδείκνυτο πᾶσιν ὢν ἔνοχος 31 τοῖς ἐγκεκλημένοις͵ ἐμβάλλεται μαρτυρίαν ψευδῆ καὶ ἐπιγράφεται μάρτυρας ἀνθρώπους οὓς οὐδ΄ ὑμᾶς ἀγνοήσειν οἴομαι͵ ἐὰν ἀκούσητε͵ Διότιμος Διοτίμου Ἰκαριεύς͵ Ἀρχεβιάδης Δημοτέλους Ἁλαιεύς͵ Χαιρήτιος Χαιριμένους Πιθεὺς μαρτυ ροῦσιν ἀπιέναι ἀπὸ δείπνου μετὰ Κόνωνος͵ καὶ προσελθεῖν ἐν ἀγορᾷ μαχομένοις Ἀρίστωνι καὶ τῷ υἱεῖ τῷ Κόνωνος͵ 32 καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα͵ ὡς ὑμᾶς εὐθέως πιστεύσοντας͵ τὸ δ΄ ἀληθὲς οὐ λογιουμένους͵ ὅτι πρῶτον μὲν οὐδέποτ΄ ἂν οὔθ΄ ὁ Λυσίστρατος οὔθ΄ ὁ Πασέας οὔθ΄ ὁ Νική ρατος οὔθ΄ ὁ Διόδωρος͵ οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνος τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλα, <section end="GR"/>