Page:Rufus - Patrologia orientalis, tome 8, fascicule 1, n°36 - Plérophories.djvu/177

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
[573]
XCIX. — THÉODOSE LE JEUNE ET LES MOINES.

« μου ϰαταταγῆναι[1], ἀϐάλα ἐμοὶ ὅτι ἀπολωμήν[2]. » Ἐπέμεινα[3] οὖν μετὰ πολλῶν δαϰρύων[4] δεόμενος τοῦ Θεοῦ ἵνα μοι ἀποϰαλύψῃ μετά τινος ἔξω μέρος. Καὶ ὡς μετὰ τρεῖς ἡμέρας ἦλθεν ἄγγελος Κυρίου πρός με ϰαὶ λέγει μοι· « Τί οὕτως ἀεὶ ἑαυτὸν συντρίϐη, γέρων, εἶπόν σοι « ὅτι μετὰ Θεοδοσίου τοῦ βασιλέως ἔχεις μέρος », ϰαὶ τοῦτο εἰπὼν[5] ὁ ἄγγελος ἀπέστη ἀπ’ ἐμοῦ. Ἐγὼ δὲ εἶμον ἐν ἐμαυτῷ ὅτι ἐγὼ ἐπὶ τοσοῦτόν εἰμι ἁμαρτωλὸς, ϰαὶ ὁ ϰόπος τῶν τοσούτων ἐτῶν εἰς μάτην ἐλογισθη, ἵνα μετὰ ϰοσμιϰοῦ ἔγω μέρος, ἢ πάντως ἡ ἀρετὴ τοῦ ἀνδρὸς τελεῖἀ ἐστιν παρὰ Κυρίου. Ἀπέρχομαι[6] οὖν ϰαὶ θεωρῶ τὸ ἔργον αὐτοῦ. Ἰδοὺ οὖν, τέϰνον, ἐπληροφόρησά σε. Ὡς εἰδὼς οὖν ὅτι Κύριος ἀπέσταλϰέν με πρός σε, μὴ δὴ ϰρύψῃς[7] ἀπ’ ἐμοῦ τὰς πράξεις σου.

Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἀϰούσας, ἐφοϐήθη φόϐον μέγαν,Τ ϰαὶ ἔϐαλεν μετανοίαν τῷ γέροντι λέγων « Συγχώρησόν μοι, πάτερ. » Καὶ γεναμένης εὐχῆς παρὰ τοῦ γέροντος, εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς· « Ἐγὼ πρὸς τὸ γινωώσϰειν σε, πατὲρ[8], ἔχω ἐν τῇ βασιλείᾳ ἔτη λθ’, ϰαὶ ἔγω λ’ ἔτη ὅτι ἔσω ϰατὰ σάρϰα φορῶ τρίχινον, ϰαὶ ἔξωθεν τὴν πορφυραν. » Ὁ δὲ γέρων λέγει πρὸς αὐτόν· « Τοῦτο οὐδέν ἐστιν[9] ἐὰν δὲ ἔχῃς ἄλλο τίποτε, εἶπε. » Εἶπεν δὲ ὁ βασιλεύσ· « Ἔχω λϐ’ χρόνους οὐϰ ἐπλησίασα πρὸς τὴν γυναῖϰά μου, ἀλλ’ ἐν ἀγνείᾳ διάγουμαι[10]. » Εἶπεν δὲ ὁ γέρων· « Οὐδὲ τοῦτο ἐστι τιποτε, ἐὰν δὲ ἔχῃς ἄλλο τίποτε εἶπε. » Ὁ δὲ βασιλεὺς εἶπεν· « Ηηστεύω ἡμέριον[11] πάντοτε, ἔστιν δὲ ὅτε ϰαὶ διὰ δύο ἡμερῶν ϰαὶ διὰ τριῶν ϰαὶ διὰ ἑϐδομάδος ἐσθίω, ϰαὶ οὐ μέμνημαι ὅτι ἔφαγον ἐϰ τοῦ παλατίου, ἀλλ’ ἐϰ τοῦ ἐργοχείρου μου ἐσθίω[12]. » Ὁ δὲ γέρων εἶπεν πρὸς αὐτόν· « Οὐδὲ τοῦτο ἐστι τίποτε, ἐὰν δὲ ἔχεις ἄλλο τίποτε εἶπε. »

Εἶπεν πάλιν ὁ βασιλεύς· « Ἀπέχομαι λουτρῶν καὶ θυτῶν[13], καὶ ἐὰν προσέλθῃ μοί τις ϰαϰοτονούμενος, οὐ ϰινοῦμαι τοῦτό που[14] ἕως οὖ τὸ δίϰαιον αὐτοῦ[15] ἀπονεμω· χηρῶν προίσταμαι, ὀρφανῶν ὑπερασπίζω ϰαὶ ἑϰάστην νύϰτα περιέρχομαι τὰς ῤύμας ϰαὶ τοὺς ἐμϐόλους[16] ϰαὶ τὰς φυλαϰὰς τῆς πόλεως παρέχων πᾶσιν τοῖς δεομένοις τὰ πρὸς τῆν χρείαν, ϰαὶ τῶν ϰαϰουμένων[17] ϰαὶ λελοβημένων τὸ σῶμα[18], ἰδίαις χερσίν μου λούω ϰαὶ σμῆχω, ϰαὶ τὰς ἄλλας χρείας αὐτοῖς ἐξυπηρετῶ. » Εἶπεν δὲ πρὸς αὐτὸν ὅ γέρων· « Ηίστευσον, τέϰνον, ϰαλαὶ μέν εἰσιν αἱ πράξεις ϰαὶ θαυμασταὶ, ὅμως οὗν πρὸς τὸν ϰόπον τὸν ζητούμενον παρ’ ἡμῖν οὐδέν ἐστιν· ἐὰν δὲ ἔχεις ἄλλο τίποτε εἶπε. »

Εἶπεν δὲ ὁ βασιλεὺς πρὸς τὸν γέροντα· « Πίστευσον, πάτερ ϰαθὰ προεῖπον· ἔχω ὅτι εἰμὶ βασιλεὺς ἔτη λθ’, ϰαὶ ὅτε γίνεται ἱπποδρόμιον[19] ϰατὰ τὸ ἔθος τῆς πολιτείας, ϰαθέζομαι ϰαγὼ ϰατὰ τὸ ἐθο[20] τῆς βασιλείας, φόρων τὸ στέμμα, ϰαὶ τὴν πορφύραν, ϰαὶ ϰαλλιγραφῶ, ϰαὶ τῶν δήμων ἱσταμένων ϰαὶ εὐφημοῦντών με[21], ϰαὶ λεγόντων μοι ἐπαίνους, τρεχόντων δὲ ϰαὶ τῶν ἁρμάτων νιϰόντων ϰαὶ ἡττομένων[22], ϰαὶ εἰς ἀλλήλους διαμαχομένων, τὰς μὲν φωνὰς ἀϰούω, οὐδέποτερ δὲ ἐνίϰησέν[23] με ὁ λογισμός μου, ϰαὶ ᾔρα τοὺς ὀφθαλμούς μου ϰαὶ ἴδον τί πράττουσιν[24], ἀλλὰ προσέχω τῇ μελέτῃ[25] ϰαὶ ἐργοχείρῳ[26], μηδέποτε

  1. γῖναι Α. ϰαταγιναι B.
  2. B om. ὅτι ἀπ.
  3. μινα Α.
  4. B aj. πρὸς τὸ γινώσϰειν σε et omet la suite jusqu’à la ligne 12 πάτερ ἔχω ἐν τῇ βας.
  5. εἰπὸν A.
  6. χομε A.
  7. ϰρύψις A.
  8. B reprend ici.
  9. aj. τίποτε.
  10. διάγωμεν A, διάγωμαι B. Il faut entendre « depuis l’âge de 32 ans (433) ». Cf. supra, p. 40, note 3.
  11. ἡμερίων.
  12. B om. ϰαὶ οὐ μέμνημαι…
  13. ἀπερχωμένου μου λουτροῦ καὶ θύματος B.
  14. B aj. ἐϰύνου.
  15. ἕως αὐτῷ τὸ διϰ. B.
  16. B om. ϰαὶ τ. ἐμ.
  17. ϰαϰοχουμένων A.
  18. τὰ σώματα B.
  19. Εἶπεν δὲ ὁ βασιλεύς· ἐτϊ τρϊάϰοντα ἐννέα . ϰαὶ ὁταν γένοιται ἐποδρομίαι B.
  20. B om. τῆς πολιτ… .
  21. B om. ϰαὶ εὐφ. με.
  22. τυγωμένων B.
  23. ἐϰίνησεν B.
  24. ὁ λογισμός μου ἢν οὐ ϰαὶ θεασάμην B.
  25. B aj. μου.
  26. B aj. μου.