Page:Rufus - Patrologia orientalis, tome 8, fascicule 1, n°36 - Plérophories.djvu/176

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
172
[572]
JEAN RUFUS. — PLÉROPHORIES. — APPENDICE.

τοσουτοὺς ϰόπους ϰαὶ μόχθους εἰς οὐδέν λόγισαι[1], άλλὰ πληροϕόρησόν με μετὰ τίνος ἔχω μέρος. » Καὶ ἦλθεν ἄγγελος Κυρίου πρὸς αὐτὸν ϰαὶ λέγει αὐτῷ[2]· Εἶπόν σοι, γέρων, ὅτι μετὰ Θεοδοσίου τοῦ βασιλέως ἔχεις μέρος· » Ὁ δὲ γέρων ἀναστὰς εἶπεν ἐν ἑαυτῷ· « Εἰ μετὰ Θεοδοσίου τοῦ βασιλέως ἔχω μέρος, εἰ ἐπὶ τοσοῦτον εἴμι εὐτελὴς ϰαὶ ἀχρεῖος ἐνώπιον Κυρίου, ἵνα μετὰ ϰοσμιϰοῦ ϰαταγῶ, εἰ[3] πολλάϰις ἐϰεῖνός ἐστιν θαυμαστῆς ἀρετῆς, ϰαὶ πράξεως ἀγαθῆς ἔμπλεος, ἀπέρχομαι[4] οὖν ϰαὶ θεωρῶ τὴν πολιτείαν αὐτοῦ. »

Ἔλαϐεν οὖν τὸ μηλοτήριον αὐτοῦ ϰαὶ τὴν βαϰτηρίαν ἐν τῇ χειρὶ αὐτοῦ, ϰαὶ ἐπορεύθη ἐν Κωνσταντινούπολιν, ϰαὶ διαφθάσασ[5] εἰς τὸ παλατίον τοῦ βασιλέως εἰσῆλθεν[6]. Εὐθέως δὲ ἐμήνυσαν οἱ λεγόμενοι σελεντιά τῷ βασιλεῖ τὴν ἄφιξιν τοῦ γέροντος[7]. Καὶ ἐϰάλεσεν ὁ βασιλεὺς εἰσιέναι αὐτόν. Ἦν δὲ ὁ βασιλεὺς Θεοδόσιος φιλομόναχος πάνυ[8], ἐξῆλθεν[9] δὲ ϰαὶ αὐτὸς εἰς ἀπάντησιν τοῦ γέροντος, ϰαὶ ὑπαντήσας[10] αὐτῷ μετὰ χαρᾶσ[11], ἔϐαλον ἀμφότεροι μετάνοιαν ϰαὶ γενομένης εὐχῆς[12] παρὰ τοῦ γέροντος, ἀνέστησαν ἀμφότεροι, ἔδωϰαν δὲ ἀλλήλοις[13] τὸν ἀσπασμόν.

Καὶ ὁ βασιλεὺς, τῆς χειρὸς τοῦ γέροντος ἐπιλαβόμενος, εὐλαϐείᾳ τῇ πρεπούσῃ[14], λέγει πρὸς αὐτόν· « Τίμιε[15] πατέρ, πόθεν εἶ[16], ϰαὶ τίνος χάριν πρὸς ἡμᾶς παραγέγονας ; » Ὁ δὲ γέρων εἶπεν πρὸς αὐτόν[17]. « Πίστευσον τέϰνον, ἐϰ τῆς ἐρήμου τῆς ἁγίας πόλεως εἰμὶ, πέραν τοῦ Ἰορδάνου, σοῦ δὲ ἕνεϰα ἐνταῦθα παραγέγονα. » Λέγει δὲ πρὸς αὐτὸν ὁ βασιλεὺς· « Διὰ ποίαν αἰτίαν, πατέρ ; » Ὁ δὲ γέρων εἶπεν· « Ἔχω σοί τι ϰατʹ ἰδίαν εἰπεῖν[18]. » Εἰσελθόντων δὲ αὐτῶν εἰς τὸν ϰουϐουϰλίον[19], λέγει πρὸς τὸν βασιλέα ὁ γέρων· « Εἰπέ μοι, τέϰνον τὰς πράξεις σου. » Λέγει πρὸς αὐτὸν ὁ βασιλεύσ· « Ποίας πράξϰοεις ἔχω εἰπεῖν, ϰοσμιϰὸς ἄνθρωπος ὦν ; Καὶ λέγει πρὸς αὐτὸν ὁ γέρων· « Διὰ τὸν Κύριον, τέϰνον, εἰπέ μοι ἐν άληθείᾳ πῶς πολιτεύεσαι. » Ὁ δὲ βασιλεὺς ἐπέμενεν ἐν[20] τῇ ταπεινοφροσύνῃ, λέγων πρὸς τὸν γέροντα· « Πάτερ, παρὰ ϰοσμιϰοῦ ἀνθρώπου θαυμάζω πῶς πρᾶξιν ϰαὶ πολιτείαν ἐπιζητεῖσ[21]. Πράξεις δε ϰαὶ πολιτείαι τελείων ἀνδρῶν εἰσὶν[22], οἷος ἦν ὁ ἀϐϐᾶς Ἀντώνιος ϰαὶ ὁ ἀϐϐᾶς Μαϰάριος[23], ϰαὶ ὁ ἀϐϐᾶς Παχώμιος[24], ϰαὶ ὁ ἀϐϐᾶς Ποιμὴν[25], ϰαὶ οἱ ὁμοίοι αὐτῶν. Ἐγὼ δὲ πατὲρ, ἄνθρωπός εἰμι ϰοσμιϰὸς ϰαὶ ἁμαρτωλὸς, ἰδοὺ γὰρ, ὡς ὁρᾶς, βασιλεύς εἰμι[26]. » Ὁ δὲ γέρων εἶπεν πρὸς αὐτόν· « Πίστευσον, τέϰνον, ἐγὼ ἔχω διάγων ἐν τῇ ἐρήμῳ πέραν τοῦ Ἰορδάνου[27] ἔτη τεσσαράϰοντα, θηρίοις συνδιάγων γυμνὸς[28], ϰαὶ οὔτε ἄνθρωπον εἶδον[29], οὔτε[30] ἄρτον ἔφαγον, ἀλλὰ γυμνὸς συγϰαιόμενος[31] τῷ ϰαύσωνι τῆς ἡμέρας ϰαὶ τῷ τῆς νυϰτός. Ἐδεήθην οὖν τοῦ Θεοῦ, ἵνα ἀποϰαλύψῃ μοι[32] μετά τινος ἔχω μέρος. Καὶ ἀπεϰάλυψέν μοι ὁ Θεὸς, λέγων[33]. « Μετὰ[34] Θεοδοσίου τοῦ βασιλέως ἔχεις μέρος. » Ἐγὼ δὲ ἀϰούσας[35] ἐλυπήθην σφόδρα, λέγων· « Εἰ μετὰ τοσαῦτα ἔτη ϰαὶ τοσούτους ϰόπους ϰαὶ μόχθους[36], ϰαὶ « τοσαύτην ἄσϰησιν μετὰ ϰοσμιϰοῦ ἔχοντος γυναῖϰα, ϰαὶ διάγοντος ἐν τρυφῇ ἔχει[37] τὸ μέρος

  1. λόγησοι B.
  2. Καὶ ἀποϰριθῆς ὀ ἄγγελος K. πρ. αὐ. λέγει B.
  3. ἦ A.
  4. με A.
  5. διφ. Β, δηφ. A.
  6. ἐν τῷ παλατίῳ πρὸς τὸν βασιλέα Β.
  7. τὴν τοῦ γέρ. ἄφηξιν Β.
  8. πάνυ φιλ. Β.
  9. εἰσῆλθεν Β.
  10. ὑπίντηνσεν A.
  11. πολλῆς χαρίας Β. — A aj. ϰαὶ
  12. εὐχ. γενωμ. Β.
  13. ἀν. ϰαὶ ἐδ. ἀλλ. Β.
  14. Καὶ ϰρατήσας ὁ βας. τὴν χεῖρα τοῦ γέροντος A.
  15. om. A.
  16. ἧ Β.
  17. πρὸς τὸς βας. A.
  18. (A I. πίστευσον…..) : ἔχω σοι τί ϰαθημέραν εἰπεῖν.
  19. ἐν τῷ ϰουϐουϰλίῳ A.
  20. ὑπέμεινε Β.
  21. ζητῆς Β.
  22. ἐστιν A.
  23. B om. ϰαὶ ὁ ἀϐ. M.
  24. Παχούμιος A.
  25. B om. ϰαὶ ὁ ἀϐ. Π
  26. πατὲρ, ἁμαρτωλὸς ἄνθρωπός εἰμι Β.
  27. τέϰνον, ἔχω ἐν τῇ ἐρ. διάγων Β.
  28. om. A.
  29. ϰαὶ οὐϰ ἴδον πρόσωπον ἀνθρώπου Α.
  30. οὐδὲ γὰρ Α.
  31. συγϰεό. AB.
  32. με B.
  33. ἀπ. με λέγων B.
  34. ὅτι μετὰ A.
  35. ἀϰούων Β.
  36. A om. ϰαὶ μ.
  37. ἔχη Α.