Page:Platon - Œuvres complètes, Les Belles Lettres, tome III, 1.djvu/27

Cette page n’est pas destinée à être corrigée.


ΠΡΩΤΑΓΟΡΑΣ
[ἢ σοφισταί, ἐνδεικτικός.]

ΕΤΑΙΡΟΣ ΖΩΚΡΑΤΗΣ ΙΠΠΟΚΡΑΤΗΣ ΠΡΩΤΑΓΟΡΑΣ ΑΛΚΙΒΙΑΔΗΣ ΚΑΛΛΙΑΣ ΚΡΙΤΙΑΣ ΠΡΟΔΙΚΟΣ ΙΠΠΙΑΣ

ΕΤΑΙΡΟΣ. Πόθεν, ὦ Σώκρατες, φαίνει ; Ἢ δῆλα δὴ 309 ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιϐιάδου ὥραν ; Καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι. ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γ’ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι. καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.

ΣΩΚΡΑΤΗΣ. Εἶτα τί τοῦτο ; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὂς ἔφη χαριεστάτην ἥϐην εἶναι τοῦ bὕπηνήτου, ἣν νῦν Ἀλκιϐιάδης ἔχει ;

ΕΤ. Τί οὖν τὰ νῦν ; Ἧ παρ’ ἐκείνου φαίνει ; καὶ πῶς πρὸς σὲ ὁ νεανίας διάκειται ;

ΣΩ. Εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ᾑμέρᾳ· καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε, βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπ’ ἐκείνου ἔρχομαι[1]. Ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν ἐπελανθανόμηυ τε αὐτοῦ θαμά.

ΕΤ. Καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον c πρᾶγμα ; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.

  1. 309 B 7 ἔρχομαι W : ἄρχομαι ΒΤ.