Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/39

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
29
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.


καὶ εἰσφέρειν Τίν’οὖν ῥᾳστώνην τοῖς πολλοῖς ὁ σός, ὦ Λεπτίνη, ποιεῖ νόμος, εἰ μιᾶς ἢ δυοῖν φυλαῖν ἕνα χορηγὸν καθίστησιν, ὃς ἀνθ’ἑνὸς ἄλλου τοῦθ’ἅπαξ ποιήσας ἀπηλλάξεται ; Ἐγὼ μὲν οὐχ ὁρῶ Τῆς δέ γ’αἰσχύνης ὅλην ἀναπίμπλησι τὴν πόλιν καὶ τῆς ἀπιστίας Οὔκουν ὅτε πολλῷ μείζονα βλάπτει τῶν ὠφελειῶν ὧν ἔχει, προσήκει λελύσθαι παρὰ τοῖσδ’αὐτόν ; Ἔγωγ’ἂν φαίην

Ἔτι δ’, ὦ ἄνδρες δικασταί, διὰ τὸ γεγράφθαι ἐν τῷ νόμῳ διαρρήδην αὐτοῦ, μηδένα μήτε τῶν πολιτῶν μήτε τῶν ἰσοτελῶν μήτε τῶν ξένων εἶναι ἀτελῆ, » μὴ διῃρῆσθαι δ' ὅτου ἀτελῆ, χορηγίας ἤ τινος ἄλλου τέλους, ἀλλ' ἁπλῶς « Ἀτελῆ μηδένα πλὴν τῶν ἀφ' Ἁρμοδίου καὶ Ἀριστογείτονος, » καὶ ἐν μὲν τῷ « Μηδένα » πάντας περιλαμβάνειν τοὺς ἄλλους, ἐν δὲ τῷ « Τῶν ξένων » μὴ διορίζειν τῶν οἰκούντων Ἀθήνησιν, ἀφαιρεῖται καὶ Λεύκωνα τὸν ἄρχοντα Βοσπόρου καὶ τοὺς παῖδας αὐτοῦ τὴν δωρειὰν ἣν ὑμεῖς ἔδοτ' αὐτοῖς Ἔστι γὰρ γένει μὲν δήπου ὁ Λεύκων ξένος, τῇ δὲ παρ' ὑμῶν ποιήσει πολίτης· κατ' οὐδέτερον δ' αὐτῷ τὴν ἀτέλειαν ἔστιν ἔχειν ἐκ τούτου τοῦ νόμου Καίτοι τῶν μὲν ἄλλων εὐεργετῶν χρόνον τιν' ἕκαστος ἡμῖν χρήσιμον αὑτὸν παρέσχεν, οὗτος δέ, ἂν σκοπῆτε, φανήσεται συνεχῶς ἡμᾶς εὖ ποιῶν, καὶ ταῦθ' ὧν μάλισθ' ἡμῶν ἡ πόλις δεῖται Ἴστε γὰρ δήπου τοῦθ', ὅτι πλείστῳ