Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/378

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
368
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


ἢ μή ; ἐγὼ μὲν οἴομαι μή. οὐκοῦν͵ ἂν μὲν ἀφιῆτε͵ ἔσονται πολλοί͵ ἐὰν δὲ κολάζητε͵ ἐλάττους.

Πόλλ΄ ἂν εἰπεῖν ἔχοιμ΄͵ ὦ ἄνδρες δικασταί͵ καὶ ὡς ἡμεῖς χρήσιμοι͵ καὶ αὐτοὶ καὶ ὁ πατήρ͵ ἕως ἔζη͵ καὶ τριηραρχοῦντες καὶ στρατευόμενοι καὶ τὸ προσταττόμενον ποιοῦντες͵ καὶ ὡς οὐδὲν οὔθ΄ οὗτος οὔτε τῶν τούτου οὐδείς· ἀλλ΄ οὔτε τὸ ὕδωρ ἱκανὸν οὔτε νῦν περὶ τούτων ὁ λόγος ἐστίν. εἰ γὰρ δὴ ὁμολογουμένως ἔτι τούτων καὶ ἀχρηστοτέροις καὶ πονη ροτέροις ἡμῖν εἶναι συνέβαινεν͵ οὐ τυπτητέοι͵ οὐδ΄ ὑβριστέοι δήπου ἐσμέν.

Οὐκ οἶδ΄ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.




____________________