Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/374

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
364
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


ἢ ὁτιοῦν. Oὐ δὴ Κόνων ὁ τοιοῦτος πιστός ἐστιν ὀμνύων͵ οὐδὲ πολλοῦ δεῖ͵ ἀλλ΄ ὁ μηδ΄ εὔορκον ἑκὼν μηδὲν ἂν ὀμόσας͵ κατὰ δὲ δὴ παίδων ὧν μὴ νομίζετε μηδ΄ ἂν μελλήσας͵ ἀλλὰ κἂν ὁτιοῦν παθὼν πρότερον͵ εἰ δ΄ ἄρ΄ ἀναγκαῖον͵ ὀμνύων ὡς νόμιμον͵ κατ΄ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας͵ ἀξιοπιστότερος τοῦ κατὰ τῶν παίδων ὀμνύοντος καὶ διὰ τοῦ πυρός. ἐγὼ τοίνυν ὁ δικαιότερόν σου πιστευθεὶς ἂν κατὰ πάντ΄͵ ὦ Κόνων͵ ἠθέλησ΄ ὀμόσαι ταυτί͵ οὐχ ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν ἠδίκηκα͵ καὶ ὁτιοῦν ποιῶν͵ ὥσπερ σύ͵ ἀλλ΄ ὑπὲρ τῆς ἀλη θείας καὶ ὑπὲρ τοῦ μὴ προσυβρισθῆναι͵ ὡς οὐ κατεπιορκησό μενος τὸ πρᾶγμα. Λέγε τὴν πρόκλησιν.

ΠΡΟΚΛΗΣΙΣ

Ταῦτ΄ ἐγὼ καὶ τότ΄ ἠθέλησ΄ ὀμόσαι͵ καὶ νῦν ὀμνύω τοὺς θεοὺς καὶ τὰς θεὰς ἅπαντας καὶ πάσας ὑμῶν ἕνεκ΄͵ ὦ ἄνδρες δικασταί͵ καὶ τῶν περιεστηκότων͵ ἦ μὴν παθὼν ὑπὸ Κόνωνος ταῦθ΄ ὧν δικάζομαι͵ καὶ λαβὼν πληγάς͵ καὶ τὸ χεῖλος διακοπεὶς οὕτως ὥστε καὶ ῥαφῆναι͵ καὶ ὑβρισθεὶς τὴν δίκην διώκειν. Καὶ εἰ μὲν εὐορκῶ͵ πολλά μοι ἀγαθὰ γένοιτο καὶ μηδέποτ΄ αὖθις τοιοῦτο μηδὲν πάθοιμι͵ εἰ δ΄ ἐπιορκῶ͵ ἐξώλης