Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/369

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
359
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


ὅσα ἔπασχον ὑβριζόμενον͵ ἀγνῶτες ὄντες κἀπὸ ταὐτο μάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν͵ εἰ μὴ ταῦθ΄ ἑώρων πεπονθότα· ἔπειτ΄ αὐτὸς ἐγὼ οὐδέποτ΄ ἄν͵ μὴ παθὼν ὑπὸ τούτου ταῦτα͵ ἀφεὶς τοὺς καὶ παρ΄ αὐτῶν τούτων ὁμολογουμένους τύπτειν ἐμὲ πρὸς τὸν 33 οὐδ΄ ἁψάμενον πρῶτον εἰσιέναι προειλόμην. Tί γὰρ ἄν; ἀλλ΄ ὑφ΄ οὗ γε πρώτου ἐπλήγην καὶ μάλισθ΄ ὑβρίσθην͵ τούτῳ καὶ δικάζομαι καὶ μισῶ καὶ ἐπεξέρχομαι. Kαὶ τὰ μὲν παρ΄ ἐμοῦ πάνθ΄ οὕτως ἐστὶν ἀληθῆ καὶ φαίνεται· τούτῳ δὲ μὴ παρασχομένῳ τούτους μάρτυρας ἦν δήπου λόγος οὐδείς͵ ἀλλ΄ ἑαλωκέναι παραχρῆμ΄ ὑπῆρχε σιωπῇ. Συμπόται δ΄ ὄντες τούτου καὶ πολλῶν τοιούτων ἔργων κοινωνοὶ εἰκότως τὰ ψευδῆ μεμαρτυρήκασιν. Eἰ δ΄ ἔσται τὸ πρᾶγμα τοιοῦτον͵ ἐὰν ἅπαξ ἀπαναισχυντήσωσίν τινες καὶ τὰ ψευδῆ φανερῶς τολμήσωσι μαρτυρεῖν͵ οὐδὲν δὲ τῆς ἀληθείας ὄφελος͵ 34 πάνδεινον ἔσται πρᾶγμα.

Άλλὰ νὴ Δί΄ οὐκ εἰσὶ τοιοῦτοι. Ἀλλ΄ ἴσασιν ὑμῶν͵ ὡς ἐγὼ νομίζω͵ πολλοὶ καὶ τὸν Διότιμον καὶ τὸν Ἀρχεβιάδην καὶ τὸν Χαιρήτιον τὸν ἐπιπόλιον τουτονί͵ οἳ μεθ΄ ἡμέραν μὲν ἐσκυθρωπάκασιν καὶ λακωνίζειν φασὶ καὶ τρίβωνας ἔχουσιν καὶ ἁπλᾶς ὑποδέδενται͵ ἐπειδὰν δὲ συλλεγῶσιν καὶ μετ΄ ἀλλή-