Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/35

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
25
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.


πλουτήσους ἀτελείας ἐπειλημμένοι. Ἔστι δὲ ταῦτ’ἀμφότερ’οὐχὶ δίκαιον λέγειν. Εἰ μὲν γάρ τις ἔχει πολλὰ μηδὲν ὑμᾶς ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν· εἰ δ’ὑφῃρημένον φήσουσιν ἤ τιν’ἄλλον οὐχ ὃν προσήκει τρόπον, εἰσὶ νόμοι καθ’οὓς προσήκει κολάζειν Ὅτε δὲ τοῦτο μὴ ποιοῦσιν, οὐδὲ τὸν λόγον αὐτοῖς τοῦτον λεκτέον Καὶ μὴν περὶ τοῦ γε μὴ εἶναι χρήματα κοινὰ τῇ πόλει, ἐκεῖν’ὑμᾶς δεῖ σκοπεῖν, ὅτι οὐδὲν ἔσεσθ’εὐπορώτεροι, τὰς ἀτελείας ἐὰν ἀφέλησθε· οὐ γὰρ κοινωνεῖ ταῖς δημοσίαις προσόδοις καὶ περιουσίαις ταῦτα τἀναλώματ’οὐδέν. Χωρὶς δὲ τούτων νυνὶ τῇ πόλει, δυοῖν ἀγαθοῖν ὄντοιν, πλούτου καὶ τοῦ πρὸς ἅπαντας πιστεύεσθαι, ἐστὶ τὸ τῆς πίστεως ὑπάρχον. Εἰ δέ τις οἴεται δεῖν, ὅτι χρήματ’οὐκ ἔχομεν, μηδὲ δόξαν ἔχειν ἡμᾶς χρηστήν, οὐ καλῶς φρονεῖ. Ἐγὼ μὲν γὰρ εὔχομαι τοῖς θεοῖς, μάλιστα μὲν ἡμῖν καὶ χρήματα πολλὰ γενέσθαι, εἰ δὲ μή, τό γε πιστοῖς εἶναι καὶ βεβαίοις δοκεῖν διαμεῖνειν

Φέρε δὴ καὶ τὰς εὐπορίας, ἃς ἀναπαυομένους τινὰς εὐπορήσειν οὗτοι φήσουσιν, εἰς δέον ὑμῖν γιγνομένας δείξω Ἴστε γὰρ δήπου τοῦθ’ὅτι τῶν τριηραρχιῶν οὐδείς ἐστ’ἀτελὴς οὐδὲ τῶν εἰσφορῶν τῶν εἰς τὸν