Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/342

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
ΔΗΜΟΣΘΕΝΟΥΣ


O ΚΑΤΑ ΚOΝΩΝΟΣ


ΑΙΚΙΑΣ ΛΟΓΟΣ


______________


ΥΒΡΙΣΘΕΙΣ, ὦ ἄνδρες δικασταί͵ καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα͵ ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με͵ ὑγιάνας καὶ σωθεὶς ἀπροσδοκήτως ἔλαχον αὐτῷ τὴν δίκην τῆς αἰκείας ταυτηνί. Πάντων δὲ τῶν φίλων καὶ τῶν οἰκείων͵ οἷς συνεβουλευόμην͵ ἔνοχον μὲν φασκόντων αὐτὸν ἐκ τῶν πεπραγμένων εἶναι καὶ τῇ τῶν λωποδυτῶν ἀπαγωγῇ καὶ ταῖς τῆς ὕβρεως γραφαῖς͵ συμβουλευόντων δέ μοι καὶ παραινούντων μὴ μείζω πράγματ΄ ἢ δυνήσομαι φέρειν ἐπάγεσθαι͵ μηδ΄ ὑπὲρ τὴν ἡλικίαν περὶ ὧν ἐπεπόνθειν ἐγκαλοῦντα φαίνεσθαι͵ οὕτως ἐποίησα καὶ δι΄ ἐκείνους ἰδίαν ἔλαχον δίκην͵ ἥδιστ΄ ἄν͵ ὦ ἄνδρες Ἀθηναῖοι͵ θανάτου κρίνας τουτονί. Kαὶ τούτου συγγνώμην ἕξετε͵ εὖ οἶδ΄ ὅτι͵ πάντες͵ ἐπειδὰν ἃ πέπονθ΄ ἀκούσητε δεινῆς γὰρ οὔσης τῆς τότε συμβάσης ὕβρεως οὐκ ἐλάττων ἡ μετὰ ταῦτ΄ ἀσέλγει΄ ἐστὶ τουτουί. Ἀξιῶ δὴ καὶ δέομαι πάντων ὁμοίως ὑμῶν πρῶτον